Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/331

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

42 Μύρμηκος εἶδος θανατηφόρου φασὶν εἶναί τι, καὶ λαέρτην ὄνομα ἔχειν τόνδε τὸν μύρμηκα. καὶ σφῆκας δέ τινας ἐκάλουν λαέρτας. λέγει ταῦτα Τήλεφος ὁ κριτικὸς ὁ ἐκ τοῦ Μυσίου Περγάμου.

43 Διὰ τοῦ θέρους τοῦ πυρωδεστάτου τὰ τῶν Αἰγυπτίων πεδία ὁ Νεῖλος ἐπικλύσας ὄψιν μὲν αὐτοῖς θαλάττης ἡπλωμένης καὶ λείας δίδωσι, καὶ ἁλιεύουσι κατὰ τῆς τέως ἀρουμένης Αἰγύπτιοι, καὶ πλέουσι σκάφαις ἐς ταύτην τὴν ὥραν καὶ τήνδε τὴν ἐπιδημίαν τοῦ ποταμοῦ πεποιημέναις. εἶτα ὃ μὲν ὑπονοστεῖ καὶ ἐς τὰ ἑαυτοῦ μέτρα ὑποστρέφει τὰ ἐκ τῆς φύσεως οἱ νενομισμένα, ἰχθῦς δὲ χῆροι τοῦ πατρὸς καὶ ἔρημοι τοῦ ἀναπλεύσαντος ὕδατος ὑπολείπονται, ἐν ἰλύι παχείᾳ τρεφόμενοι γεωργοῖς δεῖπνον. καὶ βιαιότερον μὲν εἰρήσεται, ἄμητος δ᾽ οὖν ἰχθύων οὗτός ἐστιν Αἰγύπτιος.

44 Γένη δὲ ἄρα καὶ τεττίγων οὐκ ὀλίγα ἦν, καὶ αὐτὰ οἱ δεινοὶ ταῦτα εἰδέναι ἀριθμοῦσι, καὶ ὀνόματα ᾄδουσιν αὐτῶν. ὁ μὲν γὰρ τεφρὰς ἐκ τῆς χρόας ὀνομάζεται, ὁ δὲ ἄρα μέμβραξ ὁπόθεν οὐκ οἶδα, καὶ λακέτας δὲ ἦν ἄρα τέττιγος ὄνομα, καὶ κερκώπην ἀκοῇ παρεδεξάμην καὶ ἀχέταν τινὰ καὶ ἀκανθίαν. ἐγὼ μὲν οὖν τοσαῦτα τεττίγων ἀκούσας γένη μέμνημαι· ὅτῳ δὲ καὶ πλείω τῶν προειρημένων ἐς γνῶσιν ἀφίκετο, λεγέτω ἐκεῖνος.

45 Καὶ ταῦτα μέντοι κυνῶν προσακήκοα. τὰ σκυλάκια τυφλὰ τίκτεται, καὶ οὐχ ὁρᾷ τῆς μητρῴας ὠδῖνος προελθόντα. καὶ τρισκαίδεκα ἡμερῶν τῶν πρώτων κατείληπται τῷ πάθει τῷδε, ὅσων καὶ ἡ σελήνη οὐ φαίνει νύκτωρ, εἶτα μέντοι ζῴων ὀξυωπέστατος γίνεται ὁ κύων. τιμῶσι δὲ αὐτὸν Αἰγύπτιοι, καὶ νομόν τινα ἐκάλεσαν ἐξ αὐτοῦ, καὶ τῆς γε τιμῆς διπλῆν