Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/330

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

40 Ἐν τῇ Σκυθίᾳ γῇ γίνονται ὄνοι κερασφόροι, καὶ στέγει τὰ κέρατα ἐκεῖνα τὸ ὕδωρ τὸ Ἀρκαδικὸν τὸ καλούμενον τῆς Στυγός· τὰ δὲ ἄλλα ἀγγεῖα διακόπτει πάντα, κἂν ᾖ σιδήρου πεποιημένα. τούτων τοι τῶν κεράτων ἓν ὑπὸ Σωπάτρου κομισθῆναί φασιν Ἀλεξάνδρῳ τῷ Μακεδόνι, καὶ ἐκεῖνον πυνθάνομαι θαυμάσαντα ἐς Δελφοὺς ἀνάθημα ἀναθεῖναι τῷ Πυθίῳ τὸ κέρας, καὶ ὑπογράψαι ταῦτα

σοὶ τόδ᾽ Ἀλέξανδρος Μακεδὼν κέρας ἄνθετο, Παιάν,
κάνθωνος Σκυθικοῦ, χρῆμά τι δαιμόνιον,
ὃ Στυγὸς ἀχράντῳ Λουσηίδος οὐκ ἐδαμάσθη
ῥεύματι, βάσταξεν δ᾽ ὕδατος ἠνορέην.

Δημήτηρ δὲ ἄρα τὸ ὕδωρ ἀνῆκε τοῦτο πλησίον Φενεοῦ, τὴν δὲ αἰτίαν εἶπον ἀλλαχόθι.

41 Εὐπόλιδι τῷ τῆς κωμῳδίας ποιητῇ δίδωσι δῶρον Αὐγέας ὁ Ἐλευσίνιος σκύλακα ἰδεῖν ὡραῖον, Μολοττὸν τὸ γένος, καὶ καλεῖ τοῦτον ὁ Εὔπολις ὁμωνύμως τῷ δωρησαμένῳ αὐτόν. κολακευθεὶς οὖν ταῖς τροφαῖς, καὶ ἐκ τῆς συνηθείας ὑπαχθεὶς τῆς μακροτέρας, ἐφίλει τὸν δεσπότην ὁ Αὐγέας ὁ κύων. καί ποτε ὁμόδουλος αὐτῷ νεανίας, ὄνομα Ἐφιάλτης, ὑφαιρεῖται δράματά τινα τοῦ Εὐπόλιδος, καὶ οὐκ ἔλαθε κλέπτων, ἀλλὰ εἶδεν αὐτὸν ὁ κύων, καὶ ἐμπεσὼν ἀφειδέστατα δάκνων ἀπέκτεινεν. χρόνῳ δὲ ὕστερον ἐν Αἰγίνῃ τὸν βίον ὁ Εὔπολις κατέστρεψε, καὶ ἐτάφη ἐνταῦθα· ὁ δὲ κύων ὠρυόμενός τε καὶ θρηνῶν τὸν τῶν κυνῶν θρῆνον, εἶτα μέντοι λύπῃ καὶ λιμῷ ἑαυτὸν ἐκτήξας ἀπέθανεν ἐπὶ τῷ τροφεῖ καὶ δεσπότῃ, μισήσας τὸν βίον ὁ κύων. καὶ ὅ γε τόπος καλεῖται μνήμῃ τοῦ τότε πάθους Κυνὸς Θρῆνος.