Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/329

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῶν. φίλος δὲ ἦν ἄρα ὁ κύκνος πηγαῖς τε καὶ τενάγεσι καὶ λίμναις καὶ ταῖς ὅσαι πεφύκασιν ὑδάτων σύρροιαί τε καὶ ἀφθονίαι. ἐνταῦθα γοῦν καὶ τὰς ἑαυτοῦ μούσας αὐτὸν φιλοσοφεῖν οἱ σοφοὶ τούτων φασί.

37 Ἡ γλαῦξ ἐπί τινα σπουδὴν ὡρμημένῳ ἀνδρὶ συνοῦσα καὶ ἐπιστᾶσα οὐκ ἀγαθόν σύμβολόν φασι. μαρτύριον δέ, ὁ Ἠπειρώτης Πύρρος νύκτωρ εὐθὺ τοῦ Ἄργους ᾔει, καὶ αὐτῷ ἐντυγχάνει ἥδε ἡ ὄρνις καθημένῳ μὲν ἐπὶ τοῦ ἵππου, φέροντί γε μὴν τὸ δόρυ ὀρθόν. εἶτα ἐπὶ τούτου ἑαυτὴν ἐκάθισεν, οὐδὲ ἀπέστη, δορυφοροῦσα οὐ χρηστὴν τὴν δορυφορίαν ἡ ὄρνις ἡ προειρημένη τήνδε. παρῆλθε γοῦν ὁ Πύρρος ἐς τὸ Ἄργος, καὶ ἀκλεέστατα ἀνθρώπων ἀπέθανεν. ἔνθεν μοι δοκεῖ καὶ Ὅμηρος εἰδὼς καλῶς τῆς ὄρνιθος τὸ οὐδαμῆ εὐσύμβολον ἐρωδιὸν μὲν τὸν ἐκ τῶν ποταμῶν ἀνεῖναι τοῖς ἀμφὶ τὸν Διομήδην τὴν Ἀθηνᾶν φάναι, ὅτε ἀπῄεσαν κατασκεψόμενοι τὰ τῶν Τρώων, μὴ μέντοι τὴν γλαῦκα, εἰ καὶ δοκεῖ φίλη εἶναι αὐτῇ. ὅτι δὲ ἡ Ἰλιὰς γῆ ἔνδροσός τε καὶ κατάρρυτός ἐστιν, Ὅμηρος τεκμηριῶσαι ἱκανὸς ἐν τοῖς πρὸ τῆς τειχομαχίας.

38 Φοβερός ἐστιν τῷ καράβῳ ὁ πολύπους. ἐὰν γοῦν ἁλῶσί ποτε δικτύῳ ἑνί, οἱ κάραβοι τεθνήκασι παραχρῆμα. Λουσίας δὲ ποταμὸς ἐν Θουρίοις ὀνομάζεται, ὅσπερ οὖν ἔχει μὲν λευκότατον ὑδάτων αὐτὸς καὶ ῥεῖ διειδέστατα, τίκτει δὲ ἰχθῦς μέλανας ἰσχυρῶς.

39 Ἄμπελον ὁμώνυμον τῷ φυτῷ πάρδαλίν τινα οὕτω καλεῖσθαί φασι φύσεως ἰδίας παρὰ τὰς λοιπὰς μετειληχυῖαν, καὶ οὐρὰν οὐκ ἔχειν ἀκούω αὐτήν. ἥπερ οὖν εἰ ὀφθείη γυναιξίν, ἐς νόσον ἐμβάλλει ἀδόκητον αὐτάς.