Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/323

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μαρτύριόν τε ἐπάγουσιν ἀπότομον αὐτῶν εἶναι λέγοντες πῦρ καὶ ὕδωρ ἀμιγές. ταῦτα οὖν τερατολογοῦντες Αἰγύπτιοί φασιν.

25 Ὄασιν τὴν Αἰγυπτίαν διελθόντι ἀπαντᾷ ἑπτὰ ἡμερῶν ὅλων ἐρημία βαθυτάτη. μετὰ δὲ ταύτην Κυνοπρόσωποι νέμονται ἄνθρωποι κατὰ τὴν ὁδὸν τὴν ἐς Αἰθιοπίαν ἄγουσαν. ζῶσι δὲ ἄρα οὗτοι θηρῶντες δορκάδας τε καὶ βουβαλίδας, ἰδεῖν γε μὴν μέλανές εἰσι, κυνὸς δὲ ἔχουσι τὴν κεφαλὴν καὶ τοὺς ὀδόντας. ἐπεὶ δὲ ἐοίκασι τῷδε τῷ ζῴῳ, καὶ μάλα γε εἰκότως αὐτῶν ἐνταυθοῖ τὴν μνήμην ἐποιησάμην. φωνῆς δ᾽ οὖν ἀμοιροῦσι, τρίζουσι δὲ ὀξύ· κάτεισι δὲ ὑπὸ τὴν ὑπήνην αὐτοῖς γένειον, ὡς εἰκάσαι τοῖς τῶν δρακόντων αὐτό. αἱ δὲ χεῖρες αὐτῶν ὄνυξιν ἰσχυροῖς καὶ ὀξυτάτοις εἰσὶ τεθηγμέναι· τὸ δὲ πᾶν σῶμα δασεῖς πεφύκασι, κατὰ τοὺς κύνας καὶ τοῦτο. ὤκιστοι δέ εἰσι καὶ ἴσασι τὰ ἐν τοῖς τόποις δύσβατα. ἐντεῦθέν τοι καὶ δυσάλωτοι δοκοῦσιν.

26 Τῷ λύκῳ ὁ τράχηλος ἐς βραχὺ συνῆκται. οὔκουν οἷός τέ ἐστιν ἐπιστραφῆναι, ὁρᾷ δὲ ἐς τὸ πρόσω ἀεί· εἰ δὲ βούλοιτό ποτε ἐς τοὐπίσω θεάσασθαι, πᾶς ἐπιστρέφεται. ὀξυωπέστατον δέ ἐστι ζῴων, καὶ μέντοι καὶ νύκτωρ καὶ σελήνης οὐκ οὔσης ὃ δὲ ὁρᾷ. ἔνθεν τοι καὶ λυκόφως κέκληται ὁ καιρὸς οὗτος τῆς νυκτός, ἐν ᾧ μόνος ἐκεῖνος τὸ φῶς ὑπὸ τῆς φύσεως λαχὼν ἔχει. δοκεῖ δέ μοι καὶ Ὅμηρος λέγειν ἀμφιλύκην νύκτα καθ᾽ ἣν δὴ βλέποντες λύκοι βαδίζουσι. λέγουσι δὲ φίλον Ἡλίῳ εἶναι αὐτόν, καὶ διὰ ταῦτα ἐς τιμὴν τὴν τοῦ ζῴου κεκλῆσθαι καὶ τὸν ἐνιαυτὸν λυκάβαντα εἰσὶν οἳ λέγουσι. χαίρειν δὲ αὐτῷ καὶ τὸν Ἀπόλλω λόγος, καὶ ἡ αἰτία διαρρέουσα καὶ ἐς ἐμὲ ἀφίκετο. τὸν γάρ τοι θεὸν τοῦτον τεχθῆναί φασι