Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/320

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τι οὖν μέρος, ἀποκόπτουσιν, εἰ καὶ ὀστοῦν ὑπείη τῷ μέρει τῷ δηχθέντι, καὶ κατὰ ἄρθρου μέντοι δακοῦσαι καὶ τοῦτο ἀπέκοψαν, καὶ εἰκότως· τομώτατον γάρ ἐστι τὸ δῆγμα.

21 Τοὺς κροκοδείλους Αἰγυπτίων οἳ μὲν σέβουσιν, ὡς Ὀμβῖται· καὶ οἷα ἡμεῖς τοὺς θεοὺς τοὺς Ὀλυμπίους ἄγομεν θαυμαστούς, τοιαῦτα καὶ ἐκείνους ἐκεῖνοι. καὶ τῶν τέκνων γε αὐτοῖς ἐξαρπαζομένων πολλάκις οἳ δὲ ὑπερήδονται, καὶ αἵ γε μητέρες τῶν δειλαίων γάννυνται καὶ σεμναὶ περιίασιν, οἷα δήπου τεκοῦσαι θεῷ βορὰν καὶ δεῖπνον. Ἀπολλωνοπολῖται δὲ Τεντυριτῶν μοῖρα σαγηνεύουσι τοὺς κροκοδείλους, καὶ τῶν περσεῶν ῾φυτὰ δέ ἐστιν ἐπιχώριἀ ἐξαρτήσαντες μετεώρους μαστιγοῦσί τε πολλὰς καὶ τὰς ἐξ ἀνθρώπων ξαίνουσι κνυζωμένους καὶ δακρύοντας, εἶτα μέντοι κατακόπτουσιν αὐτοὺς καὶ σιτοῦνται. κύει δὲ ἄρα τὸ ζῷον τοῦτο ἐν ἑξήκοντα ἡμέραις, καὶ τίκτει ᾠὰ ἑξήκοντα, καὶ τοσαύταις ἡμέραις θάλπει αὐτά, σφονδύλους τε ἔχει ἐπὶ τῆς ῥάχεως τοσούτους, νεύροις τε αὐτὸν τοσούτοις φασὶ διεζῶσθαι, λοχεία τε αὐτῷ ἐς τοσοῦτον πρόεισιν ἀριθμόν, καὶ ἔτη βιοῖ ἑξήκοντα ῾λέγω δὲ ταῦτα Αἰγυπτίους φήμας τε καὶ πίστεισ᾽, πάρεστι δὲ καὶ ὀδόντας ἑξήκοντα τοῦδε τοῦ ζῴου ἀριθμεῖν, φωλεῦον δὲ ἄρα καθ᾽ ἕκαστον ἔτος ἑξήκοντα ἡμερῶν ἀτρεμεῖ τε καὶ ἀτροφεῖ. τοῖς δὲ Ὀμβίταις καὶ συνήθεις εἰσί, καὶ μέντοι καὶ ὑπακούουσι καλούντων αὐτῶν οἱ τρεφόμενοι ἐν ταῖς λίμναις ταῖς ὑπ᾽ αὐτῶν πεποιημέναις. κομίζουσι δὲ ἄρα αὐτοῖς κεφαλὰς τῶν ζῴων τῶν θυομένων ῾αὐτοὶ γὰρ οὐκ ἂν γεύσαιντο τοῦδε τοῦ μέρουσ᾽ καὶ ἐμβάλλουσιν αὐτάς, οἳ δὲ περὶ ταύταις πηδῶσιν. οἵ γε μὴν Ἀπολλωνοπολῖται μισοῦσι κροκόδειλον, λέγοντες τὸν