Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/315

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

12 Ἐλέφας μὲν σαρκῶν ὄγκος ἐστὶν ἰδεῖν καὶ πάνυ μέγιστος· ἐδώδιμα δὲ αὐτοῦ τὰ κρέα οὐκ ἔστιν, ὅτι μὴ ἡ προβοσκὶς καὶ τὰ χείλη τοῦ στόματος καὶ τῶν κεράτων ὁ μυελός. στέαρ δὲ ἐλέφαντος ἦν ἄρα τοῖς ἰοβόλοις ἔχθιστον· εἰ γάρ τις χρίσαιτο ἢ ἐπιθυμιάσειεν αὐτοῦ, τὰ δὲ ἀποδιδράσκει πορρωτάτω.

13 Τῶν δὲ Ἀραβίων ζῴων ἡ πολύχροιά τε καὶ τὸ πολύμορφον πάντα γραφικὸν ἐλέγξαι δεινά, καὶ ταῦτα οὐ μόνον τά τε ἄλκιμα καὶ γενναῖα, ἤδη δὲ καὶ τὰ ἀδοξότερα. αἵ τε γὰρ ἀκρίδες καὶ οἱ ὄφεις, χρυσοειδῆ ἰνδάλματα καὶ ἐπ᾽ αὐτῶν κατέστικται· οἱ δὲ ἰχθῦς ἔτι καὶ πλέον τῆς πολυκόσμου χρόας μετειληχότες εἶτα ἰδεῖν ἐκπληκτικοί εἰσι. καὶ τὰ ὄστρεα δὲ τὰ τῆς Ἐρυθρᾶς θαλάττης τῆς αὐτῆς ἀγλαΐας ἄμοιρα οὐκ ἔστι· ζῶναί τε γὰρ περιέρχονται φλογώδεις αὐτά, καὶ φαίης ἂν θεασάμενος τὴν ἶριν αὐτὰ μιμεῖσθαι τῇ κράσει τῶν χρωμάτων, γραμμαῖς παραλλήλοις ὑπὸ τῆς φύσεως καταγραφέντα. ὁ ᾀδόμενος δὲ παρὰ τοῖς ἀνοήτοις καὶ ἐν ταῖς γυναιξὶ θαυμαστὸς μαργαρίτης θρέμμα μέντοι τῆς Ἐρυθρᾶς θαλάττης καὶ οὗτός ἐστι, καὶ τίκτεσθαί γε αὐτὸν τερατολογοῦσιν ὅταν ταῖς κόγχαις ἀνεῳγμέναις ἐπιλάμψωσιν αἱ ἀστραπαί. θηρῶνται δὲ ἄρα αἵδε αἱ κόγχαι αἱ τῶν προειρημένων μητέρες εὐημερίας τε οὔσης καὶ τῆς θαλάττης λείας· οἱ δὲ θηραταὶ συλλαβόντες εἶτα ἐξεῖλον τοῦτον δὴ τὸν θέλγοντα τὰς τῶν μάχλων ψυχάς. εὑρεθείη δ᾽ ἂν καὶ ἐν κόγχῃ μεγίστῃ μικρὸς καὶ ἐν μικρᾷ μέγας· καὶ ἣ μὲν οὐδένα ἔχει, ἣ δὲ οὐ πέρα ἑνός, πολλαὶ δὲ καὶ πολλούς· εἰσὶ δὲ οἳ λέγουσι καὶ εἴκοσι προσπεφυκέναι μιᾷ κόγχῃ. καὶ ἡ μὲν κόγχη τὸ κρέας ἐστίν, ἐπιπέφυκε δὲ ἄρα ὡς σκόλοψ ταῦτα. πρὸ καιροῦ δὲ καὶ τῆς ὠδῖνος τῆς ἐντελοῦς εἴπερ