Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/309

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οἴστρου τε ἀφροδισίου τὰ ζῷα ὑποπίμπλαται καὶ μνημονεύει γάμων, καὶ ἀλλήλοις συμπλέκεσθαι ὀργᾷ τά τε ὄρεια καὶ ὅσα ἐνθαλαττεύει καὶ μετεωροπορεῖ ὅσα. τῶν δὲ ἰχθύων οἳ μὲν ταῖς ψάμμοις προσαποτρίβουσι τὰ ᾠὰ πυκνὰ ὄντα καὶ ἀλλήλων ἐχόμενα, οἳ δὲ νηχόμενοι εἶτα ἐκβάλλουσι πάμπολύ τι τῶν ᾠῶν τὸ χρῆμα, καὶ οἱ κατόπιν νέοντες τὰ πολλὰ καταπίνουσιν. ἤδη μέντοι καὶ οἱ ἄρρενες προηγοῦνται καὶ τοῦ θοροῦ ἀπορραίνουσιν, αἱ δὲ θήλειαι ἑπόμεναι καὶ πάνυ γε ἀπλήστως περιχανοῦσαι ἐμπίπλανται· καὶ ἥδε ἐστὶν ἡ μίξις αὐτῶν. ὅτι δὲ ἰχθύων τινὲς καὶ συνοικοῦσιν ὡς γαμεταῖς, καὶ φυλάττουσιν αὐτάς, καὶ ζηλοτυπία τις καὶ ἐν ἰχθύων γένεσιν ἐξάπτεται, ἀνωτέρω εἶπον.

64 Λέγει δὲ Ἀριστοτέλης, καὶ Δημόκριτος πρὸ ἐκείνου, Θεόφραστός τε ἐκ τρίτων καὶ αὐτός φησι, μὴ τῷ ἁλμυρῷ ὕδατι τρέφεσθαι τοὺς ἰχθῦς, ἀλλὰ τῷ παραμεμιγμένῳ τῇ θαλάττῃ γλυκεῖ ὕδατι. καὶ ἐπεὶ δοκεῖ πως ἄπιστον, δι᾽ αὐτῶν τῶν ἔργων βεβαιῶσαι βουληθεὶς τὸ λεχθὲν ὁ τοῦ Νικομάχου λέγει εἶναί τι πότιμον ὕδωρ ἐν πάσῃ θαλάττῃ, καὶ ἐλέγχεσθαι ταύτῃ. εἴ τις ἀγγεῖον ἐκ κηροῦ ποιήσας κοῖλον καὶ λεπτὸν καθείη κενὸν ἐς τὴν θάλατταν, ἐξάψας ποθὲν ὥστε ἀνιμήσασθαι δύνασθαι, νυκτὸς διελθούσης καὶ ἡμέρας ἀρύτεται πεπλησμένον γλυκέος τε καὶ ποτίμου ὕδατος αὐτό. καὶ Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος λέγει τι εἶναι γλυκὺ ἐν τῇ θαλάττῃ ὕδωρ οὐ πᾶσι δῆλον, τρόφιμον δὲ τῶν ἰχθύων. καὶ τὴν αἰτίαν τοῦδε τοῦ ἐν τῇ ἅλμῃ γλυκαινομένου λέγει φυσικήν, ἣν ἐκεῖθεν εἴσεσθε.

65 Οἱ μυούμενοι τοῖν Θεοῖν οὐκ ἂν πάσαιντο γαλεοῦ φασιν· οὐ γὰρ αὐτὸν εἶναι καθαρὸν ὄψον, ἐπεὶ τῷ