Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/307

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀέρος φαιδροῦ γενομένον, τῶν δὲ φυτῶν θάλλειν ἀρχομένων καὶ τῶν λειμώνων τὰ σύντροφα κομώντων, γαληνά τε τὰ τοῦ πελάγους καὶ ὑπεύδια αἰσθόμενοι οἱ ἰχθύες, ἀναθέουσι καὶ πηδῶσι, καὶ πλησίον τῆς γῆς νήχονται, ὥσπερ οὖν ἥκοντες ἐξ ἀποδημίας.

58 Τρία δὲ ἄρα ταῦτα ἐκ βραχίστων μέγιστα ζῷα γίνεται· τῶν μὲν ἐνύδρων ὁ κροκόδειλος, τῶν δὲ ὑποπτέρων ἡ στρουθὸς ἡ μεγάλη, τῶν γε μὴν τετραπόδων ὁ ἐλέφας. λέγει δὲ ὁ Ἰόβας γενέσθαι μὲν αὐτοῦ τῷ πατρὶ πολυετῆ Λίβυν ἐλέφαντα κατιόντα ἐκ τῶν ἄνω τοῦ γένους· καὶ Πτολεμαίῳ δὲ τῷ Φιλαδέλφῳ Αἰθίοπα, καὶ ἐκεῖνον ἐκ πολλοῦ βιώσαντα γενέσθαι πραότατον καὶ ἡμερώτατον τὰ μὲν ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συντροφίας, τὰ δὲ πωλευθέντα· Σελεύκου τε τοῦ Νικάτορος κτῆμα ᾄδει Ἰνδὸν ἐλέφαντα, καὶ μέντοι καὶ διαβιῶναι τοῦτον μέχρι τῆς τῶν Ἀντιόχων ἐπικρατείας φησίν.

59 Ἰχθύες ὅσοι ποταμὸν γείτονα τῇ θαλάττῃ τῇ συντρόφῳ κέκτηνται ἢ καὶ λίμνην τινὰ ὅταν μέλλωσι τίκτειν, ἐκνήχονται τῆς ἅλμης, τῶν κυμάτων τὸ ἄκλυστον ὕδωρ προαιρούμενοι καὶ ταραττόμενον ὑπὸ τῶν πνευμάτων καὶ τυπτόμενον ἥκιστα. ἀγαθὴ γὰρ αὐτοῖς ἡ τῶν ὑδάτων εἰρήνη τὴν λοχείαν ὑποδέξασθαι καὶ φυλάξαι ἀσινῆ τε καὶ ἀνεπιβούλευτα τὰ βρέφη τῇ τε ἄλλῃ καὶ μέντοι καὶ διὰ τὴν τῶν θηρῶν ἐρημίαν καὶ σπάνιν· φιλοῦσι δέ πως τήνδε τὴν ἐλευθερίαν ἔχειν αἵ τε λίμναι καὶ οἱ ποταμοί. ἔνθεν τοι καὶ πολλοῖς ἰχθύσιν εὐθενεῖται ὁ Εὔξεινος Πόντος· θηρία γὰρ τρέφειν οὐκ ἔμαθε. φώκην δὲ εἴ που τρέφει καὶ δελφῖνας βραχίστους, ἀλλὰ τῶν γε ἄλλων ἁπάντων οἱ τῇδε ἰχθῦς ἐν σκέπῃ εἰσίν.

60 Αἱ θαλάττιαι βελόναι λεπταὶ οὖσαι καὶ χωρητι-