Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/306

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἡδίων ἐστὶ τοῖς ζῴοις τοῖς προειρημένοις. οὗτοι ῥινηλατοῦσιν ἰσχυρῶς, καὶ αἴσθησιν ὀξυτάτην ἔχουσι. προΐασι γοῦν ἀλλήλων ὁδοποιοῦντες, καὶ ὅ γε πρῶτος (ἴασι γὰρ κατὰ στοῖχον) τῆς ἐν ποσὶ πόας αἰσθόμενος καὶ ὅτι διῆλθον ἅνθρωποι ἐκ τῆς παραψαύσεως συνεὶς αὐτῶν, ἀνασπᾷ τὴν πόαν καὶ δίδωσι τῷ κατόπιν ὀσφραίνεσθαι, καὶ ἐκεῖνος τῷ μετ᾽ αὐτόν· καὶ ἥδε ἡ ἀντίδοσις ὡς ἂν εἴποις διὰ πάντων ἔρχεται. καὶ μέντοι καὶ ἐς τὸν οὐραγοῦντα ὅταν ἀφίκηται, ὃ δὲ μέγα ἐπήχησεν, οἳ δὲ ὥσπερ οὖν σύνθημα στρατιῶται λαβόντες εἶτα μέντοι ἐκτρέπονται ἐς τὰ τῶν ὀρῶν ἄγκη καὶ δάση ἢ τῶν ἑλῶν τὰ κοιλότερα καὶ μέντοι καὶ τῶν πεδίων ὅσα κομᾷ τοῖς θάμνοις. πάντως δὲ ἣν καταστείβουσιν ἄνθρωποι, ταύτην ἀποδιδράσκουσιν· ὑφορῶνται γὰρ τοῦτο τὸ ζῷον ὡς ἔχθιστον. ὅταν δὲ αὐτοὺς αἱ νομαὶ ἐπιλίπωσιν, οἳ μὲν τὰς ῥίζας ἐξορύττουσιν καὶ σιτοῦνται καὶ ταύτας, οἳ δὲ ἀπίασι ζητοῦντες χιλόν. καὶ ὅ γε ἐντυχὼν τῷ θηράματι πρῶτος αὐτῶν ὑποστρέψας καλεῖ τοὺς συννόμους καὶ ἐπί γε τὸ ἕρμαιον αὐτοὺς ἄγει.

57 Ἐν δὲ τῷ χειμῶνι τῷ βιαιοτάτῳ, κυμαινούσης μὲν τῆς θαλάττης, σκληρόν γε μὴν τῶν ἀνέμων καὶ βίαιον καταπνεόντων, φρίττουσι τὴν σύντροφόν τε ἅμα καὶ φίλην οἱ ἰχθύες θάλατταν. καὶ οἵ μὲν αὐτῶν τοῖς πτερυγίοις ἐπαμῶνται τὴν ψάμμον, καὶ ἑαυτοὺς ἐπηλυγάσαντες ὑποθάλπουσιν, οἳ δὲ ὑποδύονταί τινα πέτραν, ἐν σκέπῃ τε τοῦ κρύους καὶ μάλα γε ἀσμένως ἡσυχάζουσιν· οἳ δὲ ἐς τοὺς μυχοὺς τοῦ πελάγους καταθέοντες εἶτα τὴν ἄνωθεν φρίκην ἐξέκλιναν κάτω καὶ ἐν βυθῷ· οὐχ οὕτως γάρ φασιν ὥσπερ οὖν ἄνω διοιδάνειν τε καὶ τύπτειν τὸ κῦμα ἀγριαῖνον. ὑπαρχομένου δὲ τοῦ ἦρος καὶ τοῦ μὲν