Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/304

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ναυτιλλομένοις αὕτη γε. κυνῶν δὲ περὶ διαφορᾶς καὶ ἀλκῆς ἀνωτέρω εἶπον.

50 Αἱ καστορίδες ζῷόν εἰσι θαλάττιον, καὶ ἐπὶ ταῖς ἀκταῖς καὶ ταῖς πέτραις ταῖς προβεβλημέναις ἀπόφημόν τινα κωκυτὸν μεθιᾶσι, καὶ ὠρύονται βαρύτατα. τούτου τοίνυν τοῦ ἤχου ὅστις ἂν ἀκούσῃ, ἄφυκτά οἵ ἐστι, καὶ οὐ μετὰ μακρὸν ἀποθνήσκει. καὶ ἡ φάλαινα δὲ τῆς θαλάττης πρόεισι καὶ ἀλεαίνεται τῇ ἀκτῖνι. κνεφαῖαι δὲ αἱ φῶκαι ἐξίασι μᾶλλον· ἤδη μέντοι καὶ μεσημβρίας οὔσης καθεύδουσι τῆς θαλάττης ἔξω. τοῦτό τοι καὶ Ὅμηρος ᾔδει, καὶ ἐν Ὀδυσσείᾳ τὸν Μενέλεων πεποίηκε τῷ Τηλεμάχῳ καὶ τῷ Πεισιστράτῳ περιηγούμενον τὴν κοίτην αὐτῶν τήνδε, ὅτε τὰ ἐν Φάρῳ καὶ περὶ Πρωτέως τοῦ θαλαττίου δαίμονος αὐτοῖς ὁ Μενέλεως διεξῄει καὶ τῆς μαντείας, ἣν ἐμαντεύσατό οἱ ὁ Πρωτεὺς ὃν εἶπον.

51 Τρίγλης πέρι ἀνωτέρω εἶπον· ὃ δὲ οὐκ εἶπον, νῦν ἐρῶ. ἐν Ἐλευσῖνι τιμὰς ἔχει ἐκ τῶν μυουμένων, καὶ διπλοῦς ὁ λόγος τῆς τιμῆς τῆσδε. οἳ μέν φασιν, ἐπεὶ τρὶς τοῦ ἔτους τίκτει· οἳ δέ, ἐπεὶ τὸν λαγὼν ἐσθίει, ὅσπερ οὖν ἐστιν ἀνθρώπῳ θανατηφόρος. ἴσως δὲ ἐρῶ τι περὶ τρίγλης καὶ πάλιν.

52 Πέτονται δὲ ὅταν δείσωσι καὶ ἐξάλλονται τῆς θαλάττης αἵ τε τευθίδες καὶ οἱ ἱέρακες οἱ θαλάττιοι καὶ ἡ χελιδὼν ἡ πελαγία. καὶ αἱ μὲν τευθίδες ἐπὶ μήκιστον ᾄττουσι τοῖς πτερυγίοις, καὶ ἐλαφρίζουσί γε ἑαυτὰς ὑψοῦ, καὶ κατὰ ἀγέλας ὀρνίθων δίκην φέρονται κοινῇ· αἱ δὲ χελιδόνες χθαμαλωτέραν ποιοῦνται τὴν πτῆσιν· οἵ γε μὴν ἱέρακες ὑπὲρ τὴν ἅλμην φέρονται ὀλίγον, ὡς μόλις ὅτι μὴ νήχονται ἀλλὰ πέτονται καταγνῶναι.

53 Ἀλῶνται δὲ ἄρα ἰχθῦς καὶ πλανῶνται οἳ μὲν