Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/303

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

χειμῶνος ἡσυχάζουσι τοὺς κρυμοὺς ἀποδιδράσκουσαι, καὶ ἀσμένως ἑαυτὰς τῇ καταμονῇ θάλπουσαι ἰσομοιρίᾳ ἀδελφικῇ· εἶτα ἦρος νεῖν ὑπάρχονται ἐκεῖναί γε καὶ πορείας τῆς μακροτέρας, καὶ νέμονται τροφὴν οὐ μόνον τὴν προσπεσοῦσαν, ἀλλὰ καὶ ἣν ἂν μαστεύσασαι εἶτα ἀνιχνεύσωσιν.

47 Τοὺς ἐχίνους ἔτι ζῶντας καὶ ἐν τοῖς ὀστράκοις ὄντας καὶ προβεβλημένους τὰ κέντρα εἴ τις συντρίψας καὶ διαρρίψας ἐς τὴν θάλατταν ἄλλο ἄλλῃ τρύφος καταλίποι, τὰ δὲ ἄρα συνέρχεται αὖθις καὶ ἑνοῦται καὶ τὸ συγγενὲς θρύμμα ἀνέγνω, καὶ προσπλακέντα συνέφυ. καὶ ὁλόκληροι γίνονται φύσει τινὶ θαυμαστῇ καὶ ἰδίᾳ αὖθις.

48 Ὑπὲρ τοῦ πλείονα τὴν ἐπιγονὴν τῶν ζῴων σφίσι γίνεσθαι οἱ τούτων μελεδωνοὶ τὰ ἄρθρα τῶν θηλειῶν καὶ οἰῶν καὶ αἰγῶν καὶ ἵππων ἀνατρίβουσι κατὰ τὸν τῆς ὀχείας καιρὸν ἁλῶν καὶ λίτρου τὰς χεῖρας ἀναπλήσαντες. ἐκ τούτων ὄρεξις αὐτοῖς γίνεται περὶ τὴν ἀφροδίτην μᾶλλον. ἕτεροι δὲ πεπέριδι καὶ μέλιτι τὰ αὐτὰ χρίουσι, λίτρῳ δὲ ἄλλοι καὶ κνίδης καρπῷ· σμυρνίῳ δὲ ἤδη τινὲς ἔχρισαν καὶ λίτρῳ. ἐκ δὴ τοῦδε τοῦ ὀδαξησμοῦ ἀκράτορες ἑαυτῶν γίνονται αἱ θήλειαι ποῖμναι, καὶ ἐπιμαίνονται τοῖς ἄρρεσιν.

49 Τῶν κητῶν τῶν μεγίστων αἰγιαλοῖς καὶ ᾐόσι καὶ τοῖς λεπροῖς καλουμένοις καὶ βραχέσι χωρίοις προσπελάζει οὐδὲ ἕν, οἰκεῖ δὲ τὰ πελάγη. καὶ ἔστι μέγιστα ὅ τε λέων καὶ ἡ ζύγαινα καὶ ἡ πάρδαλις καὶ οἱ φύσαλοι καὶ ἡ πρῆστις καὶ ἡ καλουμένη μάλθη· δυσανταγώνιστον δὲ ἄρα τὸ θηρίον τοῦτο καὶ ἄμαχον. καὶ ὁ κριὸς δεινὸν ζῷον καὶ κίνδυνον φέρον, εἰ καὶ πόρρωθεν φανείη, τῇ τῆς θαλάττης ταράξει καὶ τῷ κλύδωνι ὃν ἐργάζεται. καὶ ὕαινα, οὐκ αἴσιον ὅραμα τοῖς