Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/302

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὄστρακον ἀποδύονται. ὅταν δὲ αἴσθωνται ἀφιστάμενον τῆς σαρκὸς αὐτό, πανταχοῦ φοιτῶσιν οἰστρούμενοι καὶ μαστεύοντες τροφὴν πλείονα, ἵνα ὄγκου προσγενομένου αὐτοῖς ὑποπρησθέντες ἀπορρήξωσιν ἑαυτῶν τὸ ἔλυτρον. ὅταν δὲ διολίσθωσιν ἐξ αὐτοῦ καὶ ἐλεύθεροι γένωνται, κεῖνται παρειμένοι κατὰ τῆς ψάμμου, νεκροῖς εἰκασμένοι· δεδοίκασι δὲ ὑπὲρ τῆς φυομένης αὐτοῖς δορᾶς ὑγροτέρας τε οὔσης καὶ ἔτι ἁπαλῆς. κατὰ μικρὰ δὲ ἑαυτοὺς ἀθροίσαντες καὶ ἀναβιωσκόμενοι τρόπον τινά, πρώτης μὲν ἀπογεύονται τῆς ψάμμου. ἐς τοσοῦτον δὲ ἄτολμοί εἰσι καὶ ἥκιστα θαρραλέοι, ἐς ὅσον αὐτοῖς ὑμὴν περίκειται στέγασμα ἔξωθεν· ὅταν δὲ ἄρξηται πήγνυσθαι καὶ ἐς ὀστράκου φύσιν μεταχωρεῖν, ἀπέρριψαν ἐνταῦθα τὴν δειλίαν, ὡς ὅπλῳ θαρροῦντες τῇ τῇς περιβολῆς σκέπῃ τε ἅμα καὶ ὡς ἂν εἴποις πανοπλίᾳ.

44 Τρωγλοδύται γένος ἀνθρώπων ὑμνεῖται, καὶ τό γε ὄνομα εἴληφεν ἐκ τῆς διαίτης. φοβοῦνται δὲ αὐτοὺς οἱ ὄφεις. τὸ δὲ αἴτιον, ἐσθίουσιν αὐτοὺς οἱ ἄνθρωποι. μιγνύμενοι δὲ ἀλλήλοις οἱ ὄφεις βαρυτάτην ὀσμὴν ἀφιᾶσιν.

45 Ἀγροῦ γειτνιῶντος θαλάττῃ καὶ φυτῶν παρεστώτων ἐγκάρπων γεωργοὶ πολλάκις καταλαμβάνουσιν ἐν ὥρᾳ θερείῳ πολύποδάς τε καὶ ὀσμύλους ἐκ τῶν κυμάτων προελθόντας καὶ διὰ τῶν πρέμνων ἀνερπύσαντας καὶ τοῖς κλάδοις περιπεσόντας καὶ ὀπωρίζοντας, καὶ δίκην ἐπέθεσαν τοῖς φωρσὶ συλλαβόντες αὐτούς. ἀνθ᾽ ὧν δὲ ἐτρύγησαν οἱ προειρημένοι, ὑπὲρ τούτων ἀνθεστιῶσι δι᾽ ἑαυτῶν τοὺς δεσπότας τῶν σεσυλημένων καρπῶν.

46 Ῥυάδες ὄνομα θαλαττίου ζῴου σοφοῦ διαγνῶναι τὴν τῶν ὡρῶν διάβασιν. ὑπαρχομένου γοῦν τοῦ