Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/294

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οὐκέτι γενέσθαι. κληθῆναι δὲ τὴν πόαν ἑλένιον λέγουσιν οἱ ταῦτα εἰδέναι δεινοί.

22 Θαλάττιον ζῷον οἱ ἀστέρες, καὶ εἰσὶ καὶ οὗτοι μαλακόστρακοι, ἐχθροὶ δὲ τοῖς ὀστρέοις· δειπνοῦσι γὰρ αὐτά. καὶ ὁ τρόπος τῆς ἐπιβουλῆς τῆς κατ᾽ αὐτῶν ἐκεῖνός ἐστι. τὰ μὲν κέχηνε πολλάκις ψύχους δεόμενα καὶ ἄλλως εἴ τί σφισιν ἐμπέσοι τούτῳ τραφησόμενα· οἱ τοίνυν ἀστέρες μέσον τῶν ὀστράκων διείρουσιν ἓν κῶλον τῶν σφετέρων ἕκαστος, καὶ ἐμπίπλανται τῶν σαρκῶν, διειργομένων συνελθεῖν τῶν ὀστράκων αὖθις. ἴδιον μὲν δὴ καὶ ἀστέρων θαλαττίων εἰρήσθω ἡμῖν τοῦτο.

23 Τὴν μὲν ὕδραν τὴν Λερναίαν τὸν ἆθλον τὸν Ἡράκλειον ᾀδέτωσαν ποιηταὶ καὶ μύθων ἀρχαίων συνθέται, ὧνπερ οὖν καὶ Ἑκαταῖος ὁ λογοποιός ἐστιν· ᾀδέτω δὲ καὶ Ὅμηρος χιμαίρας φύσιν κεφαλὰς ἐχούσης τρεῖς, τέρας τοῦτο Λύκιον Ἀμισωδάρου τοῦ Λυκίων βασιλέως, ἐπὶ λύμῃ πολλῶν θρέμμα ποικίλον τε καὶ ἀπρόσμαχον, ναὶ μὰ Δία. καὶ ταῦτα μὲν ἔοικεν ἐς τοὺς μύθους ἀποκεκρίσθαι· ἡ δὲ ἀμφίσβαινα ὄφις δικέφαλός ἐστι, καὶ τὰ ἄνω καὶ ὅσα ἐς τὸ οὐραῖον· προϊοῦσα δέ, ὅπως ἂν ἐς τὴν ὁρμὴν ἐπαγάγῃ τῆς προόδου ἡ χρεία αὐτήν, τὴν μὲν ἀπέλιπεν οὐρὰν εἶναι, τὴν δὲ ἀπέφηνε κεφαλήν. καὶ μέντοι καὶ πάλιν εἰ δεηθείη τὴν ὀπίσω ἰέναι, κέχρηται ταῖς κεφαλαῖς ἐς τὸ ἐναντίον ἢ τὸ πρόσθεν ἐχρήσατο.

24 Ἦν δὲ ἄρα τι βατράχου γένος, καὶ καλεῖται τοῦτο ἁλιεύς, καὶ καλεῖται τὸ ὄνομα ἐξ ὧν δρᾷ. δελέατα ἐκεῖνος ὑπεράνω τῶν ὀφθαλμῶν ἔχει προμήκεις ὡς ἂν εἴποις τινὰς βλεφαρίδας, εἶτα ἑκάστῃ βραχὺ σφαιρίον προσπέφυκε. σύνοιδεν οὖν ἑαυτῷ τούτοις ἐφολκοῖς ὑπὸ τῆς φύσεως ἐς τοὺς ἄλλους ἰχθῦς παρασκευα-