Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/287

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

στόμα ἡ ἀσπίς, διαστέλλεσθαι μέν φασι τὰ ὑμένια, ἐκχεῖσθαι δὲ τὸν ἰόν, καὶ πάλιν συντρέχειν ἐκεῖνα καὶ ἑνοῦσθαι. τοῦ γε μὴν σκορπίου τὸ κέντρον ἔχειν τινὰ κολπώδη διπλόην ὑπὸ τῆς ἄγαν λεπτότητος οὐ πάνυ τι σύνοπτον. καὶ εἶναι μὲν τὸ φάρμακον καὶ τίκτεσθαι λέγουσιν ἐνταῦθα, ἅμα δὲ τῇ κρούσει προϊέναι διὰ τοῦ κέντρου καὶ ἐκρεῖν. ὀπὴν δὲ εἶναι δι᾽ ἧς ἔξεισιν οὐδὲ ταύτην ὄψει θεωρητήν. ἀνθρώπου δὲ σιάλῳ καταπτύοντος ἀμβλύνεσθαι τὸ κέντρον καὶ μαλκίειν καὶ ἐς τὴν πληγὴν ἀδύνατον γίνεσθαι.

5 Ἡ κύων εἰ καὶ πολλὰ τίκτει σκυλάκια, ἀλλὰ γοῦν τὸ πρῶτον τῆς μητρὸς προελθὸν καὶ τῆς ὠδῖνος πρεσβύτατον ὂν κατηγορεῖ τὸν πατέρα. ἐκείνῳ γοῦν ὁμοιότατον τίκτεται πάντως, τὰ δὲ ἄλλα ὡς ἂν τύχῃ. ἔοικε δὲ φιλοσοφεῖν ἐν τῷδε ἡ φύσις, προτιμῶσα τοῦ ὑποδεχομένου τὸ σπεῖρον.

6 Τῶν ὀστρακονώτων τε καὶ ὀστρακοδέρμων καὶ τοῦτο ἴδιον. κενώτερά πως ταῦτα καὶ κουφότερα ὑποληγούσης τῆς σελήνης φιλεῖ γίνεσθαι. καὶ τῶν μὲν ὀστρακονώτων ἐλέγχουσιν ὃ λέγω πορφύραι καὶ κήρυκες καὶ σφόνδυλοι καὶ τὰ τούτοις ὁμοφυῆ· τῶν δὲ ἑτέρων πάγουροί τε καὶ κάραβοι καὶ ἀστακοὶ καὶ καρκίνοι καὶ εἴ τι τούτων συγγενές. λέγεται δὲ καὶ τῶν ὑποζυγίων τὰ τικτόμενα ληγούσης τῆς σελήνης ἀδυνατώτερα τῶν ἄλλων εἶναι καὶ ἀσθενέστερα, καὶ μέντοι καὶ συμβουλεύουσιν οἱ τούτων ἐπιστήμονες τὰ ἐν τούτῳ τῷ μέρει τοῦ μηνὸς γεννώμενα μὴ τρέφειν· μὴ γὰρ εἶναι σπουδαῖα αὐτά. κατὰ τὴν νουμηνίαν δὲ τὰ ζῷα, ὡς πυνθάνομαι, ἢ φθέγγεταί τι τῇ συντρόφῳ φωνῇ ἢ πίπτει· λέων δὲ ἄρα μόνος, ὡς Ἀριστοτέλης φησίν, οὐδέτερον αὐτοῖν δρᾷ.

7 Ἀκοὴν ὀξύτατον τὸν λάβρακα Ἀριστοτέλης εἶναί