Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/286

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἔρχεται, καὶ περιβαλὼν τοὺς παῖδας, καὶ τῇ γλώττῃ μικρὰ ὑποσήνας, ὥσπερ οὖν ἐπαινῶν τῆς εὐθηρίας, ἔχεται τοῦ δείπνου, καὶ σὺν τοῖς υἱέσιν ἑστιᾶται. καὶ Σόλων μὲν τοῖς λέουσιν οὐ κελεύει ταῦτα, διδάσκει δὲ ἡ φύσις, ᾗ νόμων ἀνθρωπικῶν οὐδὲν μέλει· γίνεται δὲ ἄτρεπτος αὕτη νόμος.

2 Τὸν ἀετὸν τὸν τῶν ὀρνίθων βασιλέα οὐ μόνον περιόντα καὶ ζῶντα δέδοικε τὰ ὄρνεα καὶ καταπτήσσει φανέντος, ἀλλὰ καὶ τὰ πτερὰ ἐκείνου ἐάν τις τοῖς τῶν ἄλλων συναναμίξῃ, τὰ μὲν τοῦ ἀετοῦ μένει ὁλόκληρα καὶ ἀνεπιβούλευτα, τὰ δὲ ἕτερα κατασήπεται τὴν πρὸς ἐκεῖνα κοινωνίαν οὐ φέροντα.

3 Οἱ μύες εἰσὶ μὲν καὶ ἄλλως πολύγονον ζῷον, καὶ ἀθρόᾳ τῇ ὠδῖνι πολλὰ τίκτουσιν· εἰ δέ πως καὶ ἁλὸς γευσάμενοι τύχοιεν, ἐνταῦθα δήπου καὶ πάμπολλα ἀποκυΐσκουσι καὶ πλείω τῆς συνηθείας πολλῷ. οἱ δὲ κροκόδειλοι, ὅταν τέκωσι, τὸ γνήσιον καὶ τὸ νόθον τόνδε τὸν τρόπον ἐλέγχουσιν. ἐάν τι παραχρῆμα ἐκγλυφεὶς ἁρπάσῃ, τελεῖ τὸ λοιπὸν ἐς τὸ γένος, καὶ φιλεῖται τοῖς γειναμένοις, καὶ πεπίστευται κροκοδείλων εἷς εἶναι καὶ ἠρίθμηται· ἐὰν δὲ ἐλινύσῃ καὶ βλακεύσῃ καὶ μὴ λάβῃ ποθὲν ἢ μυῖαν ἢ σέρφον ἢ ἔντερον γῆς ἢ σαῦρον τῶν νεαρῶν, διέσπασεν ὁ πατὴρ αὐτὸν ὡς ἀδόκιμόν τε καὶ κίβδηλον καὶ προσήκοντά οἱ οὐδὲ ἕν. καὶ δοκοῦσιν, ὡς οἵδε οἱ θῆρες, καὶ οἱ ἀετοὶ βασανίζοντες καὶ ἐκεῖνοι τὰ γνήσια τῇ ἀκτῖνι τοῦ ἡλίου κρίσει φιλεῖν τὰ ἔκγονα καὶ οὐ πάθει.

4 Ἀκούω δὲ τοὺς ὀδόντας τῆς ἀσπίδος, οὓς ἂν ἰοφόρους τις εἴποι καλῶν ὀρθῶς, ἔχειν οἱονεὶ χιτῶνας περικειμένους ἄγαν λεπτοὺς καὶ ὑμέσι παραπλησίους, ὑφ᾽ ὧν περιαμπέχονται. ὅταν οὖν ἐμφύσῃ τινὶ τὸ