Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/274

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀθέρας ἐσθίουσιν, ὡς Ἀριστοτέλης λέγει. τρωθέντες δὲ ἔχουσι τὴν γλῶτταν φάρμακον, ᾗπερ οὖν περι· λιχμώμενοι τὸ τρωθὲν μέρος ἐς ὑγίειαν ἐπανάγουσιν, ἐπίδεσμα καὶ σπληνία καὶ κράσεις φαρμάκων μακρὰν χαίρειν εἰπόντες. κύνα δὲ καὶ ἐκεῖνο οὐ διαλέληθεν, ὅτι ἄρα τῆς μελίας ὁ καρπὸς τοὺς μὲν ὗς πιαίνει, αὐτῷ δὲ ἄλγημα ἰσχίου προξενεῖ· καὶ ὁρῶν ἐμφορουμένην τοῦ προειρημένου τὴν ὗν, ἀφίσταται αὐτῇ πάνυ ἐγκρατῶς καὶ τοῦ δοκοῦντος ἡδέος. ἄνθρωποι δὲ τῶν πειθόντων ἄκοντας ἐσθίειν ἡττῶνται πολλάκις πάνυ ἀκρατῶς.

10 Οὐκ ἄν ποτε ῥᾳδίως τοὺς ἐλέφαντας ἐνέδρα λάθοι. ὅταν γοῦν γένωνται τῆς τάφρου πλησίον, ἣν εἰώθασιν ὑπορύττειν οἱ θηρῶντες αὐτούς, εἴτε ἐννοίᾳ τινὶ φυσικῇ εἴτε μαντικῇ ναὶ μὰ Δία ἀπορρήτῳ τοῦ μὲν περαιτέρω χωρεῖν ἀναστέλλονται, ἑαυτοὺς δὲ ἐπιστρέψαντες εἶτα μέντοι ὡς ἐν· πολέμῳ ἀνθίστανται μάλα καρτερῶς, καὶ ἀνατρέψαι πειρῶνται τοὺς θηρατὰς καὶ δι᾽ αὐτῶν ὠσάμενοι φυγῇ πορίσασθαι τὴν σωτηρίαν, κρείττους γενόμενοι τῶν ἀντιπάλων. γίνεται τοίνυν ἐνταῦθα τοῦ καιροῦ μάχη καρτερὰ καὶ φόνος καὶ τῶν καὶ τῶν. ὁ μέντοι τρόπος τῆσδε τῆς μάχης τοιοῦτός ἐστιν. οἱ μὲν ἄνθρωποι δόρατα ἰσχυρὰ ἀφιᾶσι στοχαζόμενοι αὐτῶν, οἱ δὲ ἐλέφαντες τὸν παραπεσόντα ἁρπάζουσι, καὶ τῇ γῇ προσαράξαντες πατοῦντές τε καὶ τοῖς κέρασι τιτρώσκοντες οἰκτίστῳ περιβάλλουσι τέλει καὶ ἀλγεινοτάτῳ. ἐπίασι δὲ οἱ θῆρες ὑπὸ τοῦ θυμοῦ τὰ ὦτα ἐκπεταννύντες ὡς ἱστία δίκην τῶν στρουθῶν τῶν μεγάλων, αἵπερ οὖν τὰς πτέρυγας ἁπλώσασαι ἢ φεύγουσιν ἢ ἐπίασιν· ἐπισιμώσαντες δὲ καὶ τὴν προβοσκίδα οἱ ἐλέφαντες καὶ ὑπὸ τοῖς κέρασι πτύξαντες ὥσπερ οὖν νεὼς ἔμ-