Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/272

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Αἰγυπτίων δὲ ἀκούω λεγόντων τοὺς ἱεροὺς κροκοδείλους εἶναι πράους, καὶ τῶν γε θεραπευτήρων ἐπιψαυόντων καὶ ἐπαφωμένων ὑπομένειν καὶ κούφως φέρειν, καὶ κεχηνέναι καθιέντων ἐκείνων τὰς χεῖρας καὶ τοὺς ὀδόντας σφίσι καθαιρόντων καὶ τὰ ἐσδυόμενα τῶν σαρκίων ἐξαιρούντων. ἤδη μέντοι καὶ μαντικῆς μετειληχέναι τοὺς προειρημένους κροκοδείλους Αἰγύπτιοί φασι, καὶ τὸ μαρτύριον ἐκεῖνο προάγονται. Πτολεμαίου ῾ὁπόστος δὲ ἦν οὗτος ἐκείνους ἔρεσθἐ καλοῦντος τὸν πραότατον τῶν κροκοδείλων μὴ ὑπακοῦσαί φασι καὶ τροφὰς ὀρέγοντος μὴ προσίεσθαι· συνεῖναι δὲ τοὺς ἱερέας ὅτι τὸ τέλος τῷ Πτολεμαίῳ προσιὸν εἰδὼς ὁ κροκόδειλος εἶτα μέντοι τὴν ἐξ αὐτοῦ τροφὴν ἠτίμασε λαβεῖν.

5 Οἰωνοῖς μαντευομένους ἀκούω τινὰς καὶ ἐπ᾽ ὄρνισι καθημένους ἐξετάζειν πτήσεις τε αὐτῶν καὶ ἕδρας. καὶ ᾄδονταί γε ἐπὶ ταύτῃ τῇ σοφίᾳ Τειρεσίαι τε καὶ Πολυδάμαντες καὶ Πολύειδοι καὶ Θεοκλύμενοι καὶ ἄλλοι πολλοί. σπλάγχνων δὲ ἄρα θέσεις καταγνῶναι δεινοὶ ἦσαν καὶ Σιλανοὶ καὶ Μεγιστίαι καὶ Εὐκλεῖδαι καὶ ἐπὶ τούτοις πολὺς κατάλογος. ἀκούω μέντοι τινῶν λεγόντων ὅτι καὶ ἀλφίτοις μαντεύονταί τινες καὶ κοσκίνοις καὶ τυρίσκοις. πέπυσμαι δὲ καὶ κώμην τινὰ Λυκιακὴν μεταξὺ Μύρων καὶ Φελλοῦ, Σοῦρα ὄνομα, ἐν ᾗ μαντεύονταί τινες ἐπ᾽ ἰχθύσι καθήμενοι, καὶ ἴσασιν ὅ τι καὶ νοεῖ ἥ τε ἄφιξις αὐτῶν κληθέντων καὶ ἡ ἀναχώρησις, καὶ ὅταν μὴ ὑπακούσωσι τί δηλοῦσι, καὶ ὅταν ἔλθωσι πολλοὶ τί σημαίνουσιν. ἀκούσει δὲ τὰ μαντικὰ τῶν σοφῶν ταῦτα καὶ πηδήσαντος ἰχθύος καὶ ἀναπλεύσαντος ἐκ βυθοῦ καὶ τροφὴν προσεμένου καὶ αὖ πάλιν μὴ λαβόντος.

6 Ἦν δὲ ἄρα εὐχείρωτα καὶ αἱρεῖν ῥᾷστα ὄνοι μὲν