Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/271

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὴν χάριν ἀπείληφεν. ἔπλει γοῦν ποτε πεντηκόντορον ἔχων, ὡς λόγος, Μιλησίους τινὰς ἄγουσαν ἄνδρας, ἐν δὲ τῷ μεταξὺ Νάξου καὶ Πάρου πορθμῷ τῆς νεὼς ἀνατραπείσης καὶ τῶν ἄλλων διαφθαρέντων, τὸν Κοίρανον ἔσωσαν δελφῖνες, ὑπὲρ ἧς φθάσαντες εἶχον εὐεργεσίας τὴν ἴσην ἀντιδιδόντες. καὶ ἔνθα ἐξενήξαντο ὀχοῦντες αὐτὸν ἄκρα δείκνυται καὶ ὕπαντρος πέτρα, καὶ καλεῖται ὁ χῶρος Κοιράνειος. χρόνῳ δὲ ὕστερον τεθνεῶτα τόνδε τὸν Κοίρανον θαλάττης πλησίον ἔκαον. εἶτα μέντοι αἰσθόμενοί ποθεν οἱ δελφῖνες ἠθροίσθησαν, ὥσπερ οὖν ἐπὶ τὸ κῆδος ἥκοντες, καὶ ἐς ὅσον ἡ πυρὰ ἐνήκμαζε καομένη, παρέμειναν ὡς φίλῳ φίλος πιστός· εἶτα μέντοι κατασβεσθείσης οἳ δὲ ἀπενήξαντο. ἄνθρωποί γε μὴν ζῶντάς τε καὶ πλουτοῦντας καὶ εὖ πράττειν δοκοῦντας θεραπεύουσι, νεκροὺς δὲ ἀποστρέφονται ἢ καὶ δυστυχοῦντας, ἵνα μή τινα ἐκτίσωσιν εὖ παθόντες χάριν.

4 Ἦσαν δὲ ἄρα καὶ ἰχθύες πρᾶοί τε ἅμα καὶ χειροήθεις καὶ οἷοι καλούμενοί τε ὑπακούειν καὶ διδόντων τροφὰς ἑτοίμως δέχεσθαι, ὥσπερ οὖν ἡ ἐν Ἀρεθούσῃ ἱερὰ ἔγχελυς. τὴν Κράσσου τε τοῦ Ῥωμαίου μύραιναν ᾄδουσιν, ἥπερ οὖν καὶ ἐνωτίοις καὶ ὁρμίσκοις διαλίθοις ἐκεκόσμητο, οἷα δήπου ὡραία κόρη, καὶ καλοῦντος τοῦ Κράσσου τὸ φώνημα ἐγνώριζε, καὶ ἀνενήχετο, καὶ ὀρέγοντος ὅ τι οὖν ἣ δὲ ἤσθιε προθύμως καὶ ἑτοίμως λαμβάνουσα. ταύτην τοι καὶ ἔκλαυσεν ὁ Κράσσος, ὡς ἀκούω, τὸν βίον καταστρέψασαν, καὶ ἔθαψε. καί ποτε Δομετίου πρὸς αὐτὸν εἰπόντος ῾ὦ μωρέ, μύραιναν ἔκλαυσας τεθνεῶσαν᾽, ὃ δὲ ὑπολαβὼν ῾ἐγὼ θηρίον᾽ ἔφατο, ῾σὺ δὲ τρεῖς γυναῖκας θάψας οὐκ ἔκλαυσασ᾽.