Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/258

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῶν μὲν οὖν ἄλλων ἰδεῖν εἰσι λευκότεροι, τίκτονται δὲ ἐν τῷ πηλῷ. δείσαντες δὲ οὗτοι καὶ πέτονται· ἔχουσι γὰρ πτερύγια μικρά, ἅπερ οὖν αὐτοὺς ἡσυχῆ μετεωρίζει τε καὶ ἐλαφρίζει. βαδίζοντες μὲν οὖν ἥκιστα τούτων δέονται, φοβηθέντες δὲ ἔχουσί τινα ἐπικουρίαν οὐ πάνυ τι καρτεράν· ἁλίσκονται γὰρ οὔτε ὑψηλοὶ πετόμενοι, οὔτε μὴν μετεωροπορεῖν οἷοί τε ὄντες. τούτους τοι τοὺς καρκίνους ἐσθίουσί τινες· φασὶ δὲ καὶ ἰσχίου πόνῳ ἀγαθὸν εἶναι, εἴ τις φάγοι ἀλγῶν.

31 Aἱ δὲ καρκινάδες τίκτονται μὲν γυμναί, τὸ δὲ ὄστρακον ἑαυταῖς αἱροῦνται ὡς οἰκίαν οἰκῆσαι τὴν ἀρίστην. ὑποδύονται δὲ καὶ πορφύρας ὄστρακον κενῷ περιτυχοῦσαι καὶ στρόμβου. καὶ ἐς ὅσον μὲν αὐτὴν στέγει, χαίρει τῇ καταγωγῇ· ἐὰν δὲ αὐξήσῃ τὴν σάρκα, ἐς ἄλλον μετοικίζεται οἶκον. περιτυγχάνει δὲ τοῖς προειρημένοις πολλοῖς.

32 Oἱ δὲ στρόμβοι καὶ βασιλέα ἔχουσι, καὶ μάλα γε εὐπειθῶς ἄρχονται. καὶ ὁ μὲν βασιλεὺς οὗτος μεγέθει μέν ἐστι μέγιστος, κάλλιστος δὲ κάλλος. καὶ εἰ μὲν εῖη οἱ καταδῦναι λῷον, ἔδρασε τοῦτο πρώτιστος· εἰ δὲ ἀναδῦναι, καὶ τοῦδε ἄρχει· μετακινουμένῳ δὲ ἕπονται καὶ οἱ λοιποί. ὅστις δ᾽ ἂν ἕλῃ τόνδε τὸν βασιλέα, ὅτι ἄμεινον πράξει καλῶς οἶδε. καὶ μέντοι καὶ εἴ τις ἴδοι θηρώμενον, εὐθυμότερος ἀπῆλθεν, ὥς τι χρηστὸν καὶ ἐκεῖνος ἕξων. ἐν Βυζαντίῳ δὲ καὶ ἆθλον πρόκειται τῷ θηράσαντι τὸν προειρημένον· διδόασι δὲ οἱ συνθηραταὶ δραχμὴν Ἀττικὴν ἕκαστος τῷ ἑλόντι, καὶ τό γε ἆθλον τοῦτό έστιν.

33 Tοὺς ἐχίνους ὁ κλύδων κυλίων ἐς τὰ ἔξω καὶ προσαράττων τῷ ξηρῷ τῆς θαλάττης βιαιότατα ἐκβάλλει. τοῦτο τοίνυν ἐκεῖνοι δεδιότες, ὅταν αἴσθων-