Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/254

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ ἐκεῖσε οἱ καλούμενοι δρομίαι (ὧδε γὰρ καλεῖν αὐτοὺς πρεπωδέστατον)· ἀτρεμεῖν γὰρ καὶ ἡσυχάζειν ἐπὶ τῆς αὐτῆς χώρας οὔτε ἐθέλουσιν οὔτε πεφύκασιν, ἀλλὰ περὶ τοὺς αἰγιαλοὺς ἀλῶνται, ὅθενπερ καὶ ἐξέφυσαν· ἤδη δὲ καὶ στέλλονται πορρωτέρω, ὥσπερ οὖν οἱ τῶν ἀνθρώπων φιλαπόδημοι. ὑπόθεσις δὲ αὐτοῖς τῆς τοσαύτης ἄλης τὸ ἐθέλειν πλείονός τινος ἀπολαῦσαι. ἐν δὲ τῷ Θρᾳκίῳ Βοσπόρῳ ἐπειδὰν τὸ ῥεῦμα βίαιον ἐκ τοῦ Πόντου καταφέρηται, βούλονται μὲν οἱ καρκίνοι πρὸς ἐναντίον ὠθούμενοι τὸν ῥοῦν βαδίζειν, ταῖς δὲ ἄκραις ὡς τὸ εἰκὸς βιαιότερον τὸ ῥεῦμα περιρρήγνυται. τοὺς οὖν καρκίνους ὠθήσει τε πάντως καὶ ἀνατρέψει, εἰ μέλλοιεν ἰέναι τῷ ῥῷ ὁμόσε. οἳ δὲ ταῦτα προΐσασι, καὶ ἐπειδὰν ἀφίκωνται τῆς ἄκρας πλησίον, ἕκαστος ἔν τινι κολπώδει χωρίῳ ἐπέχει, καὶ τοὺς λοιποὺς ἀναμένει. εἶτα ἀθροισθέντες ἐν ταὐτῷ προσανέρπουσιν ἐς τὴν γῆν, καὶ ἀναρριχῶνται ἐπὶ τοὺς κρημνούς, καὶ τὸ μάλιστα ῥοῶδες καὶ βίαιον τοῦ πελάγους πεζοὶ διέρχονται. εἶτα ἔξω τῆς ἄκρας γενόμενοι καὶ παραμείψαντες αὐτὴν ἐς τὴν θάλατταν κατίασιν αὖθις. φείδονται δὲ αὐτῶν οἱ ἁλιεῖς, ὅτι ἑκόντες ἐπὶ τὴν γῆν προσέρπουσι, σωθῆναι δεόμενοι ὁμοῦ αὐτοῖς. οὔκουν ὑπομένουσι τοῦ κλύδωνος ἀγριώτεροι δοκεῖν οἱ ἄνθρωποι.

25 Ζηλοτυπίαν ζῴου φρονιμωτάτου καὶ μέντοι καὶ σωφρονεστάτου ἄνω που οἶδα εἰπών (πορφυρίων δὲ ἄρα τὸ ζῷον ἦν, εἴ τι παρ᾽ ἡμῖν μνήμης ὑγιές ἐστιν), ἤδη δὲ καὶ κυνίδιον μοιχοῖς πολέμιον καὶ ἔχθιστον τῷδε τῷ φύλῳ πέπυσμαι Σικελικόν. ὁ μὲν μοιχὸς ἔνδον ὑπεκέκρυπτο, τῆς γυναικὸς τῆς μάχλου πυθομένης ἥκειν τὸν ἄνδρα ἐξ ἀποδημίας, καὶ ὥς γε ᾤετο