Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/248

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

εἶπε καὶ ἡμεῖς ἄνω που, τὸ δὲ τοῦ κυνὸς καὶ τοῦτο ἐν ταῖς Ἀθήναις γενόμενον εἰπεῖν οὐδὲν ἄτοπον. ἐς Ἀσκληπιοῦ παρῆλθε θεοσύλης τό τε μεσαίτατον τῆς νυκτὸς παραφυλάξας καὶ τῶν καθευδόντων τὸν βαθύτατον ὕπνον ἐπιτηρήσας, εἶτα ὑφείλετο τῶν ἀναθημάτων πολλά, καὶ ὥς γε ᾤετο ἐλελήθει. ἦν δὲ ἄρα σκοπὸς ἀγαθὸς ἔνδον κύων καὶ τῶν ζακόρων ἀμείνων ἐς ἀγρυπνίαν, ὅσπερ οὖν εἵπετό οἱ διώκων, καὶ ὑλακτῶν οὐκ ἀνίει, ᾗπερ οὖν ἔσθενε δυνάμει τὸ πραχθὲν μαρτυρόμενος. τὰ μὲν οὖν πρῶτα ἔβαλλεν αὐτὸν λίθοις αὐτός τε καὶ οἱ τῆς κακῆς ἐκείνης πράξεως κοινωνοί, τὰ δὲ τελευταῖα προύσειεν ἄρτους τε καὶ μάζας. ἐπήγετο δὲ ἄρα ταῦτα δέλεαρ κυνῶν προμηθῶς, ὥς γε ὑπελάμβανεν. ἐπεὶ δὲ καὶ παρελθόντος ἐς τὴν οἰκίαν οὗ κατήγετο ὑλάκτει καὶ πάλιν προϊόντος, ἐγνώσθη μὲν ὁ κύων ἔνθεν ἦν, τὰ λείποντα δὲ τῶν ἀναθημάτων ἐπόθουν αἱ γραφαί τε καὶ αἱ χῶραι ἔνθα ἀνέκειντο. συνέβαλον οὖν τοῦτον ἐκεῖνον εἶναι οἱ Ἀθηναῖοι, καὶ στρεβλώσαντες τὸ πᾶν κατέγνωσαν. καὶ ὃ μὲν ἐδικαιώθη τὰ ἐκ τοῦ νόμου, ὁ δὲ κύων ἐτιμήθη δημοσίᾳ τροφῇ καὶ κηδεμονίᾳ, οἷα δήπου φύλαξ πιστὸς καὶ τῶν νεωκόρων οὐδενὸς μείων τὴν ἐπιμέλειαν.

14 Ἀγαθὴ δὲ ἄρα ἦν αἲξ καὶ τὴν τῶν ὀφθαλμῶν ἀχλὺν ἥνπερ οὖν παῖδες Ἀσκληπιαδῶν ὑπόχυσιν καλοῦσιν ἀκέσασθαι, καὶ λέγονταί γε οἱ ἄνθρωποι παρ᾽ ἐκείνης μαθεῖν τόδε τὸ ἴαμα. τὸ δὲ ἄρα τοιοῦτόν ἐστιν. ὅταν αἲξ νοήσῃ τὸν ὀφθαλμὸν ἐπιθολωθέντα αὐτῇ, πρόσεισι βάτῳ, καὶ παραβάλλει τῇ ἀκάνθῃ τὸ ὄμμα. καὶ ἣ μὲν ἐκέντησε, τὸ δὲ ὑγρὸν ἐξεχώρησε, μένει δὲ ἀπαθὴς ἡ κόρη, καὶ ὁρᾷ αὖθις, καὶ δεῖται σοφίας καὶ χειρουργίας ἀνθρωπικῆς οὐδὲ ἕν.