Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/245

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τιθεμένων σφίσι καὶ καλλώπισμα τοῦτο, πρὶν ἢ τὸν παρεστῶτά οἱ κύνα ἀποκτεῖναι ὑπ᾽ αὐτῷ τραφέντα καὶ μέντοι καὶ τὴν εὔνοιάν οἱ πιστότατα ἀποσώζοντα καὶ ὑπερμαχοῦντα τοῦ κειμένου, ὥσπερ οὖν συστρατιώτην τε καὶ σύσκηνον ἀγαθὸν καὶ ἐς τὰ ἔσχατα φίλον. οἷον δ᾽ αὖ καὶ τό δ᾽ ἔρεξεν οὐκ ἀνὴρ μὰ Δία, ἀλλ᾽ ἀγαθὸς κύων καὶ τὴν γνώμην καρτερός, μαθεῖν ἄξιον. ὁ Ἠπειρώτης Πύρρος ὡδοιπόρει, εἶτα μέντοι περιτυγχάνει πεφονευμένῳ, καὶ κυνὶ παρεστῶτι καὶ μέντοι καὶ φρουροῦντι τὸν δεσπότην, ἵνα μὴ πρὸς τῷ φόνῳ καὶ τῷ νεκρῷ λυμήνηταί τις. ἔτυχε δὲ ἄρα τρίτην ἔχων ὁ κύων ἀπόσιτος τὴν ἡμέραν ἐπὶ τῇ φιλοπόνῳ καὶ καρτερικωτάτῃ φρουρᾷ. ὅπερ οὖν διδαχθεὶς ὁ Πύρρος τὸν μὲν ᾤκτειρε καὶ ταφῆς ἠξίωσε, τόν γε μὴν κύνα προσέταξε τυχεῖν κηδεμονίας, καὶ ἐδίδου ὅσα κυνὶ ὀρέγεται ἐκ χειρός, καὶ μάλα γε ἱκανὰ καὶ ἐφολκὰ ἐς τὴν ἑαυτοῦ φιλίαν τε καὶ εὔνοιαν, κατὰ μικρὰ ὑπάγων τὸν κύνα ὁ Πύρρος. καὶ ταῦτα μὲν ἐς τοσοῦτον. εἶτα μέντοι οὐ μετὰ μακρὸν ἐξέτασις ὁπλιτῶν ἦν, καὶ ὁ βασιλεὺς ὃν προεῖπον ἐθεᾶτο, καί οἱ παρῆν ἐκεῖνος ὁ κύων. καὶ τὰ μὲν ἄλλα ἑαυτὸν σιγῇ κατεῖχε καὶ πραότατος ἦν· ἐπεὶ δὲ ἄρα τοὺς τοῦ δεσπότου φονέας ἐν τῇ τῶν στρατιωτῶν εἶδεν ἐξετάσει, ὃ δὲ οὐκ ἐκαρτέρησεν ἐνταῦθα ἀτρεμεῖν, ἀλλὰ ἐς αὐτοὺς ἐπήδα καὶ ὑλάκτει ἀμύσσων τοῖς ὄνυξι, καὶ ἐς τὸν Πύρρον θάμα ἐπιστρεφόμενος ὡς οἷός τε ἦν ἐπήγετο μάρτυρα ὅτι ἄρα τοὺς ἀνδροφόνους ἔχει. οὐκοῦν ὑπόνοια ἐσέρχεται καὶ τὸν βασιλέα καὶ τοὺς περιεστῶτας αὐτόν, καὶ ποιοῦνται ἐνθύμιον τὴν τοῦ κυνὸς ὑλακὴν τὴν ἐς τοὺς προειρημένους. καὶ συλληφθέντες στρεβλοῦνται, καὶ κατεῖπον ὅσα ἐτόλμησαν. καὶ δοκεῖ μὲν μῦθος