Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/244

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λοὶ δηλοῦσιν εὐδίαν. πάντων δὲ τούτων ἀπολείπονται οἱ ἄνθρωποι, καὶ ἴσασιν αὐτὰ ὅταν γένηται.

9 Ἱεράκων πέρι καὶ ταῦτα προσακήκοα. οἱ τοῦ Ἀπόλλωνος ἐν τῇ Αἰγύπτῳ θεραπευταὶ λέγουσι καλεῖσθαί τινας οὕτως ἱερακοβοσκούς, οἵπερ οὖν εἰσι τῶν τοῦ θεοῦ ἱεράκων τροφεῖς τε καὶ μελεδωνοὶ μέντοι οἱ αὐτοί. πᾶν μὲν οὖν τὸ φῦλον ἀνεῖται τῷ θεῷ τῷδε, ἤδη δέ τινες ἐκεῖθι καὶ ἱεροὶ τρέφονται τροφῇ πεφροντισμένῃ, καὶ δοκοῦσι τῶν ἀναθημάτων διαφέρειν οὐδὲ ἕν. οἱ τοίνυν τὴν τούτων ἐγκεχειρισμένοι κομιδὴν πρὸς τοὺς ἀγνοοῦντας λέγουσιν ἐν ταῖς νεοττιαῖς ἑκάστους (ἐν ἄλσει γὰρ ἱερῷ τρέφονταἰ τίκτειν) ὁμολογεῖσθαι δὲ τὴν ἄλλων μέν, ἐκ τούτων δὲ ἔτι καὶ μᾶλλον. τοῖς δὲ ἀρτιγενέσι προβάλλουσιν ὀρνίθων τεθηραμένων ἐξῃρημένους τοὺς ἐγκεφάλους, τροφὴν ἁπαλὴν νεοττοῖς ὑγροῖς· τοῖς γε μὴν τελείοις οὖσι παρατιθέασι σάρκας τε καὶ ἶνας, ὅσα ἰσχυρὰν τροφὴν ὄρνισιν ἁρπακτικοῖς ἐργάζεται· τοῖς δὲ ἐν μεθορίῳ τῶν ἀρτιγενῶν καὶ τῶν ἤδη τελείων καρδίαι παράκεινται, καὶ τούτων λείψανα ὁρᾶται. καὶ ἥ γε διαφορότης ἡ προειρημένη τῆς τροφῆς ὁμολογεῖ ὅτι τὸ ἁρμόττον ἡλικίᾳ ἑκάστῃ καὶ πρόσφορον ἴσασιν οἱ ἱέρακες καὶ μάλα γε ἀκριβοῦσι τοῦτο, καὶ τῆς παρ᾽ ἡλικίαν τροφῆς οὐκ ἂν ἅψαιντο. καθ᾽ ὥραν δὲ ἄρα καὶ ὀρτύγων αὐτοῖς ἐπιδημίαι γίνονται, καὶ τῶν ἄλλων ὀρνίθων ἐπιφοιτῶσιν ἀγέλαι, καὶ ἔχουσί γε οἱ ἱεροὶ ἐκεῖνοι καὶ ἐντεῦθεν θοίνην.

10 Κυνῶν ἐς τοὺς τρέφοντας αὐτοὺς ἄμαχον εὔνοιαν ὁμολογεῖ καὶ ἐκεῖνο δήπου. ἔν τινι τῶν ἐμφύλων πολέμων ἐν τῇ Ῥώμῃ Κάλβου τοῦ Ῥωμαίου σφαγέντος, οὐδεὶς μέντοι τῶν ἐχθρῶν τοῦ ἀνδρὸς ἠδυνήθη τὴν κεφαλὴν ἀποτεμεῖν, καίτοι μυρίων ἀγώνισμα