Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/241

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

γενόμενοι, ἑστᾶσί τε καὶ ἀναπαύονται, τὴν ἐκ τοῦ δέους φροντίδα καὶ μάλα ἀσμένως ἐκβάλλοντες. ἐνταῦθά τοι τοῦ χρόνου καὶ μνήμη τροφῆς αὐτοὺς ἐσέρχεται· σιτοῦνται δὲ ἀκούω τήν τε σχῖνον ἀμφιλαφῆ τοῖς δένδροις περιπεφυκυῖαν καὶ κιττὸν ἄγριον τοῖς φυτοῖς ἐφέρποντα καὶ ὑπέρδασυν καὶ φοινίκων μέντοι τὰς ἁπαλάς τε καὶ νεαρὰς κόμας καὶ ἄλλων φυτῶν τοὺς ὅρπηκας καὶ τοὺς πτόρθους τοὺς ὑγροτέρους. εἰ δὲ οἱ διώκοντες πάλιν προσπελάζοιεν, οἳ δὲ ἐς φυγὴν ἐκτρέπονται αὖθις. οἵ γε μὴν διώκοντες αὐλίζονται ἑσπέρας καταλαβούσης, καὶ ἐμπρήσαντες τὴν ὕλην εἶτα μέντοι τρόπον τινὰ τὴν ὁδὸν τὴν ὀπίσω διατειχίσαντες αὐτοῖς ἔστησαν. δεδοίκασι δὲ πῦρ οὐ μεῖον τῶν λεόντων οἱ ἐλέφαντες.

7 Ἀριστοτέλους ἀκούω λέγοντος ὅτι ἄρα γέρανοι ἐκ τοῦ πελάγους ἐς τὴν γῆν πετόμεναι χειμῶνος ἀπειλὴν ἰσχυροῦ ὑποσημαίνουσι τῷ συνιέντι. πετόμεναι δὲ ἄρα ἡσυχῆ αἱ αὐταὶ ὑπισχνοῦνται εὐημερίαν τινὰ καὶ εἰρήνην ἀέρος, καὶ σιωπῶσαι δὲ ὅτι ἔσται ὑπεύδια τοὺς οὐκ ἀπείρως ἔχοντας τῇ σιωπῇ ὑπομιμνήσκουσιν αἱ αὐταί. ἐὰν δὲ καταπέτωνται καὶ βοῶσι καὶ ταράττωσί τε καὶ ταράττωνται, ἀπειλοῦσι κἀνταῦθα χειμῶνα ἰσχυρόν. ἐρωδιὸς δὲ κνεφαῖος βοῶν τὰ αὐτὰ ἔοικεν ὑποδηλοῦν. πετόμενος δὲ ἐρωδιὸς τῆς θαλάττης εὐθὺ ὕδωρ ἐξ οὐρανοῦ ῥαγήσεσθαι αἰνίττεται. εἰ δὲ εἴη χειμέρια, ᾄσασα γλαῦξ εὐδίαν μαντεύεται καὶ ἡμέραν φαιδράν· ἐὰν δὲ εὐδία μὲν ᾖ, ἣ δὲ ὑποφθέγγηται, χειμῶνα δεῖ προσδέχεσθαι. κόραξ δὲ ἐπιτρόχως φθεγγόμενος καὶ κρούων τὰς πτέρυγας καὶ κροτῶν αὐτάς, ὅτι χειμὼν ἔσται κατέγνω πρῶτος. κόραξ δὲ αὖ καὶ κορώνη καὶ κολοιὸς δείλης ὀψίας εἰ φθέγγοιντο, χειμῶνος ἔσεσθαί τινα ἐπιδη-