Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/240

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

βλοσυρώτερον. ὑψηλαὶ μὲν γὰρ αἱ ὀφρύες αὐτῷ καὶ δασεῖαι, οἱ δὲ ὀφθαλμοὶ ὑπόκεινται οὐ μάλα τι κατὰ τοὺς τῶν βοῶν μεγάλοι, βραχύτεροι δὲ καὶ ὕφαιμοι· καὶ ὁρῶσιν οὐκ εὐθύωρον, ἀλλὰ ἐς τὴν γῆν, ἔνθεν τοι καὶ κέκληται κατώβλεπον. λόφος δὲ ἄρα ἄνωθεν ἐκ τῆς κορυφῆς ἀρξάμενος αὐτῷ καὶ ἱππείᾳ τριχὶ παραπλήσιος διὰ τοῦ μετώπου κάτεισι, καὶ τὸ πρόσωπόν οἱ καταλαμβάνει, καὶ ἐργάζεται φοβερώτερον τῷ ἐντυχόντι. σιτεῖται δὲ ἄρα ῥίζας θανατηφόρους. ἐπειδὰν δὲ ὑποβλέψῃ ταυρηδόν, φρίττει μὲν παραχρῆμα καὶ ἐγείρει τὴν λοφιάν· ὑπανισταμένης δὲ ἄρα ταύτης καὶ ὀρθουμένης καὶ γυμνουμένων τῶν περὶ τὸ στόμα χειλέων, ἐκπέμπει διὰ τῆς φάρυγγος ὀξειοβαρὲς καὶ βρωμῶδες, ὡς καταλαμβάνεσθαι μὲν τὸν ὑπὲρ κεφαλῆς ἀέρα, τῶν δὲ ζῴων τὰ πλησιάζοντα ἀναπνέοντα τοῦτον κακοῦσθαι σφόδρα, καὶ ἀφωνίαις τε καὶ σπασμοῖς θανατώδεσι περιπίπτειν. συνίησί τε τῆς ἑαυτοῦ δυνάμεως ὅδε ὁ θήρ· οἶδε δὲ αὐτὸν καὶ τὰ ζῷα, καὶ ὡς ὅτι πορρωτάτω ἀποδιδράσκει.

6 Ἐλεφάντων θήρας ἐπιστήμονες ᾄδουσιν ἡμῖν, ὅταν διώκωνται οἵδε οἱ θῆρες, ᾄττειν αὐτοὺς καὶ φέρεσθαι ῥύμῃ ἀμάχῳ καὶ ὁρμῇ ἀκατασχέτῳ, καὶ ἀναστέλλεσθαι ὑπὸ μηδενός, καὶ μέντοι καὶ διὰ τῶν μεγίστων ἵεσθαι δένδρων οἷον διὰ ληίων, ὥσπερ οὖν στάχυς τινὰς κατακλῶντας τὰ δένδρα· καὶ πῆ μὲν τὰ δένδρα αὐτῶν ὑπερέστηκε καὶ τὰς κόμας ὑπερέχει, πῆ δὲ αὐτοὶ τῶν δένδρων εἰσὶν ὑψηλότεροι. θέουσι μὲν οὖν ἀνὰ κράτος, καὶ ὑποτέμνονται ταῖς ὁδοῖς τοὺς διώκοντας, καὶ εἰκότως· εἰσὶ γὰρ τῶν χωρίων ἠθάδες. καὶ ὅταν πολὺ ἀποσπάσωσι, καὶ πόρρω τῆς ἵππου τῆς μετελθούσης αὐτοὺς γένωνται, καὶ ἀναθαρρήσωσιν ὡς ἐν σκέπῃ τοῦ κινδύνου καὶ ἐλευθερίᾳ