Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/236

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

βαθύτατα ἐδόκει διόβλητος γεγονέναι. καὶ τὸ μὲν φάσμα ὄνειρος ἦν, ἐβόα δὲ καίτοι καθεύδων καὶ μάλα γε ὀξείᾳ καὶ διατόρῳ τῇ φωνῇ. κύων οὖν ὑπ᾽ αὐτῷ τραφεὶς ἀκούσας φίλου καὶ συντρόφου φθέγματος, ὥς τι τοῦ Γέλωνος ἐξ ἐπιβουλῆς παθεῖν κινδυνεύοντος, ὡς εἶχεν ὁρμῆς ἀναθορὼν ἐπὶ τὴν στρωμνὴν καὶ περιβὰς τὸν τροφέα, ὑλάκτει σφοδρότατα, οἷα δὴ ἀμυνούμενος τὸν ἐπιόντα. ἐξήγρετο τοίνυν ὁ Γέλων καὶ ὑπὸ τοῦ δέους καὶ ὑπὸ τῆς ὑλακῆς ἐκβαλὼν τὸν ὕπνον καίτοι βαθύτατον ὄντα.

63 Δράκων νήπιος νηπίῳ παιδί, τὸ γένος Ἀρκάδι, κἀκεῖνος ἐπιχώριος γίνεται σύντροφος. οὐκοῦν συνανιόντε τὴν ἡλικίαν ὁ παῖς ἦν μειράκιον καὶ ὁ σύντροφος ὑπέρμεγας ἤδη ἦν. καὶ ἀλλήλους μὲν ἐφίλουν, οἱ δὲ τῷ μειρακίῳ προσήκοντες ὠρρώδουν τοῦ θηρίου τὸ μέγεθος· τὸ γάρ τοι ζῷον τοῦτο, ὤκιστα μεγέθει μὲν μέγιστον ἴδοις ἂν αὐτό, ὄψει δὲ φοβερώτατον. καθεύδοντα οὖν σὺν τῷ παιδὶ ἐπί γε τῆς κλίνης τῆς αὐτῆς ἀράμενοι ὡς ὅτι πορρωτάτω κομίζουσι, καὶ ὃ μὲν ὑπανέστη ὁ παῖς, ὃ δὲ ἔμεινεν ὁ δράκων. ὡς δὲ ὕλης ἐλάβετο καὶ τῶν ἐκεῖ φαρμάκων τῶν συμφυῶν, διέτριβεν ἐνταῦθα ταῖς τῶν δρακόντων τροφαῖς ἡδόμενος καὶ τὴν ἐρημίαν πρὸ τῶν ἀστικῶν διατριβῶν καὶ τῶν ἐν τοῖς δωματίοις προαιρούμενος ἐκεῖνος. διέρπων δὲ ὁ χρόνος τὸν μὲν ἀπέφηνε νεανίαν, τὸν δὲ εἰργάσατο δράκοντα ἤδη τέλειον. καί ποτε δι᾽ ἐρημίας ἰὼν ὁ Ἀρκὰς ὁ τοῦ ζῴου τοῦ προειρημένου ἐραστὴς καὶ ἐρώμενος λῃσταῖς περιτυγχάνει, καὶ παιόμενος ξίφει οἷα εἰκὸς ἐβόα, τὰ μὲν ἀλγῶν, τὰ δὲ καὶ συμμάχους παρακαλῶν. δράκων δὲ ἦν ἄρα ζῴων καὶ ἰδεῖν ὀξυωπέστατος καὶ ὤκιστος ἀκοήν. οὐκοῦν ἐκεῖνος, ἅτε αὐτῷ συντρα-