Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/234

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αὐτῷ πέπρωται ἥκειν, καὶ ὅπου ποτὲ τὸν πατέρα καταθέσθαι χρὴ καὶ ἐν θήκαις τίσι; ταῦτα δὲ εἰ μὴ δοκεῖ θαυμαστά, ἆρά γε τὰ ἀγοραῖα καὶ τὰ ἐνόπλια καὶ τὰς ἄλλας τῶν ἀνθρώπων ἐς ἀλλήλους τε καὶ κατ᾽ ἀλλήλων ἐπιβουλὰς ἐροῦμεν σοφά; ἐμοὶ μὲν οὐ δοκεῖ, ὦ Σισύφων καὶ Κερκώπων καὶ Τελχίνων ζηλωταὶ ἄνθρωποι. λέγω δὲ πρὸς τοὺς ἀκριβοῦντας ταῦτα, πρός γε μὴν τοὺς ἀτελέστους τοῖς προειρημένοις κακοῖς οὐ λέγω.

59 Τὸ δὲ ἐνθυμηματικὸν καὶ διαλεκτικὸν καὶ τὸ τοῦδε μᾶλλον ἢ τοῦδε αἱρετικὸν εἰ καὶ τὰ ζῷα οἶδεν, εἰκότως ἂν εἴποιμεν διδάσκαλον τῶν ὅλων τὴν φύσιν ἄμαχον. ἐμοὶ γοῦν τις γευσάμενος διαλεκτικῆς καὶ κυνηγεσίων ἁμωσγέπως ἐχόμενος τοιαῦτα ἔλεγεν. ἦν θηρατικὴ κύων, ἦ δ᾽ ὅς. οὐκοῦν λαγὼ κατ᾽ ἴχνια ᾔει. καὶ ὃ μὲν οὐχ ἑωρᾶτό πω, μεταθέουσα δὲ ἡ κύων ἐντυγχάνει που τάφρῳ, καὶ διαπορεῖ ἆρά γε ἐπὶ δεξιὰ ἄμεινον ἢ ἐπὶ θάτερα διώκειν· ὡς δ᾽ ἀποχρώντως ἐδόκει σταθμήσασθαι, εἶτα εὐθύωρον ὑπερεπήδησεν. ὁ φάσκων οὖν διαλεκτικός τε εἶναι καὶ θηρατικὸς ταύτῃ πη συνάγειν τὴν ὑπὲρ τῶν λεχθέντων ἐπειρᾶτο ἀπόδειξιν. ἐπιστᾶσα ἡ κύων ἐσκοπεῖτο καὶ πρὸς ἑαυτὴν ἔλεγεν ῾ἤτοι τῇδε ἢ τῇδε ἢ ἐκείνῃ ὁ λαγὼς ἐτράπετο. οὔτε μὴν τῇδε οὔτε τῇδε· ἐκείνῃ ἄρα.᾿ καὶ οὔ μοι ἐδόκει σοφίζεσθαι· τῶν γὰρ ἰχνῶν μὴ ὁρωμένων ἐπὶ τάδε τῆς τάφρου, κατελείπετο ὑπερπηδῆσαι τὸν λαγὼν αὐτήν. εἰκότως οὖν ἐπήδησε καὶ αὐτὴ κατ᾽ αὐτόν· ἰχνευτικὴ γὰρ καὶ εὔρινος ἐκείνη γε ἡ κύων ἦν.

60 Μασσαγέται μέν, ὡς Ἡρόδοτος λέγει, τὸν φαρετρεῶνα πρό γε ἑαυτῶν κρεμάσαντες, εἶτα μέντοι ὁμιλεῖ τῇ θηλείᾳ ὁ ἄρρην ἐμφανῶς, εἰ καὶ ὁρῷεν αὐτοὺς οἱ πάντες, πεφροντικότες οὐδὲν ἐκεῖνοί γε. καμήλων