Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/233

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

μὲν τῶν ὀδόντων ὡς ὅπλῳ, καὶ τεθηγμένον αὐτὸν φυλάττουσι, τῷ δὲ ὡς σμινύῃ· καὶ γὰρ ἐν αὐτῷ ῥίζας ὀρύττουσι καὶ δένδρα ἐκμοχλεύσαντες ὑποκλίνουσιν.

57 Οὐ μόνον δὲ ἄρα ἦσαν ὑφαντικαὶ αἱ φάλαγγες καὶ εὔχειρες κατὰ τὴν Ἀθηνᾶν τὴν Ἐργάνην τε καὶ Πηνῖτιν θεάν, πεφύκασι δὲ καὶ γεωμετρίαν δειναί. τὸ γοῦν κέντρον φυλάττουσι καὶ τὸν ἐξ αὐτοῦ κύκλον καὶ τὴν περιφέρειαν ἀκριβοῦσιν ἰσχυρῶς, καὶ Εὐκλείδου δέονται οὐδὲ ἕν· κάθηνται γὰρ ἐν τῷ κέντρῳ μέσῳ ἐλλοχῶσαι τὴν ἑαυτῶν ἄγραν. εἰσὶ δὲ ὡς εἰπεῖν καὶ ὑφάντριαι γενναῖαι καὶ ἀκεστικὴν εὐπάλαμοι· καὶ ὅ τι ἂν διαρρήξῃς ἐκείνων τῆς εὐπήνου τε καὶ εὐμίτου σοφίας, αἳ δὲ ἀνακοῦνται, καὶ ἀπαθὲς καὶ ὁλόκληρον αὖθις ἀποδείκνυνται.

58 Ἄνευ δὲ λογιστικῆς οἱ φοίνικες συμβαλεῖν ἐτῶν πεντακοσίων ἴσασιν ἀριθμόν, μαθηταὶ φύσεως τῆς σοφωτάτης ὄντες, καὶ διὰ ταῦτά τοι μηδὲ δακτύλων δεδεημένοι ἢ ἄλλου τινὸς ἐς ἐπιστήμην ἀριθμητικῆς. ὑπὲρ ὅτου δὲ ἴσασι τοῦτο καὶ εἰδέναι ἀνάγκη αὐτούς, δημώδης ἐστὶν ὁ λόγος. τὸν δὲ τῶν πεντακοσίων ἐτῶν χρόνον πληρούμενον ἴσασιν Αἰγυπτίων ἤ τις ἢ οὐδείς, ὀλίγοι δὲ κομιδῆ καὶ οὗτοι τῶν ἱερέων. οὗτοι γοῦν πρὸς ἀλλήλους ὑπὲρ τούτων οὐ ῥᾳδίως συμβῆναι ἔχουσιν, ἀλλὰ οἳ μὲν ἐρεσχελοῦσι σφᾶς αὐτοὺς ἐρίζοντες ὡς οὐ νῦν ἀλλ᾽ ἐς ὕστερον ὅδε ὁ θεῖος ὄρνις ἀφίξεται ἢ ὡς ἐχρῆν ἥκειν· ὃ δὲ ἄλλως ἐκείνων ἐριζόντων ἀποσημαίνεται δαιμονίως τὸν καιρὸν καὶ πάρεστιν. οἳ δέ, θύειν ἀνάγκη αὐτοὺς καὶ ὁμολογεῖν ὅτι τὸν μὲν ἥλιον ἐν ταῖς λέσχαις καταδύειν ἄγουσι σχολήν, οὐκ ἴσασι δὲ ὅσα ὄρνιθες. ἐκεῖνα δέ, ὢ πρὸς τῶν θεῶν, οὐ σοφά, εἰδέναι ποῦ μὲν Αἴγυπτός ἐστι, ποῦ δὲ καὶ Ἡλίου πόλις, ἔνθα