Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/231

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σαι ὁ μῦθος λέγει καὶ τοῖς καταμηνύσασι τὴν κλοπὴν δοῦναι φάρμακον γήρως ἀμυντήριον. τοῦτο οὖν ἐπὶ ὄνῳ θεῖναι τοὺς λαβόντας πέπυσμαι. καὶ τὸν μὲν προϊέναι τὸ ἄχθος φέροντα, εἶναι δὲ ὥραν θέρειον, καὶ διψῶντα τὸν ὄνον ἐπί τινα κρήνην κατὰ τὴν τοῦ ποτοῦ χρείαν ἐλθεῖν. τὸν οὖν ὄφιν τὸν φυλάττοντα ἀναστέλλειν αὐτὸν καὶ ἀπελαύνειν, καὶ ἐκεῖνον σπρεβλούμενον μισθόν οἱ τῆς φιλοτησίας δοῦναι ὅπερ οὖν ἔτυχε φέρων φάρμακον. οὐκοῦν ἀντίδοσις γίνεται, καὶ ὃ μὲν πίνει, ὃ δὲ τὸ γῆρας ἀποδύεται, προσεπιλαβὼν ὡς λόγος τὸ τοῦ ὄνου δίψος. τί οὖν; ἐγὼ τοῦ μύθου ποιητής; ἀλλ᾽ οὐκ ἂν εἴποιμι, ἐπεὶ καὶ πρὸ ἐμοῦ Σοφοκλῆς ὁ τῆς τραγῳδίας ποιητὴς καὶ Δεινόλοχος ὁ ἀνταγωνιστὴς Ἐπιχάρμου καὶ Ἴβυκος ὁ Ῥηγῖνος καὶ Ἀριστίας καὶ Ἀπολλοφάνης ποιηταὶ κωμῳδίας ᾄδουσιν αὐτόν.

52 Σοφὸν ἐλέφαντος ἔργον εἰ παραλίποιμι, φήσει μέ τις ἀγνοήσαντα οὐκ εἰπεῖν. ἔστι δὲ καὶ ἀκοῆς ἄξιον, καὶ διὰ ταῦτα ἀκούσωμεν αὐτοῦ. ὁ τῆς τούτου κομιδῆς ἐγχειρισθεὶς τὴν φροντίδα τῶν μὲν κριθῶν ὑφῄρει, λίθους δὲ ὑποπάττων ἐκείνῳ μὲν ἄβρωτον τὸ πλεῖστον εἰργάζετο, ἀπέσωζε δὲ τὸν ὄγκον τοῦ μέτρου πρὸς τὸν ἐπισκοποῦντα ἀμφοῖν δεσπότην. καὶ τέως διελάνθανεν. οὐκοῦν ὁ ἐλέφας ἀθάρην ἰδὼν ἕψοντα τὸν ἐπίβουλόν οἱ, τῆς ἄμμου τῆς ἐν ποσὶ τῇ προβοσκίδι χύδην ἀναλαβὼν ἐνέβαλεν ἐς τὴν χύτραν καὶ ἠμύνατο ἀνθ᾽ ὧν ἔπαθε δι᾽ ὧν ἐποίησεν εὐμηχάνως.

53 Οἱ μὲν ἄλλοι κύνες καὶ ἑλεῖν καὶ ἀνιχνεῦσαι τὰ θηρία σοφοί, οἱ δὲ Αἰγύπτιοι φυγεῖν δεινότατοι. τὰ γοῦν ἐν τῷ Νείλῳ δεδιότας ἄγει μὲν αὐτοὺς τὸ δίψος πιεῖν, ἡσυχῆ δὲ καὶ ἐς κόρον πιεῖν τὸ δέος οὐ συγ-