Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/223

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φῆς τοῦ προειρημένου. γίνονται δὲ καὶ πενταπήχεις ἀσπίδες. καὶ μέλαιναι μὲν αἱ πλεῖσται ἢ τεφραῖαι, ἴδοις δ᾽ ἂν καὶ πυρρὰν ἀσπίδα. οἱ δηχθέντες δὲ ὑπ᾽ ἀσπίδος οὐ περαιτέρω βιοῦσι τετάρτης ὥρας, πνιγμὸς δὲ αὐτοὺς καὶ σπασμὸς διώκει καὶ λυγμός, ὥς φασιν. ἀκούω δὲ τὸν ἰχνεύμονα τῆς ἀσπίδος τὰ ᾠὰ ἀφανίζειν, οἱονεὶ τοῖς ἑαυτοῦ παισὶν ὑπεξαίροντα τοὺς μέλλοντας ἀντιπάλους. Λίβυσσαν δὲ ἄρα ἀσπίδα καὶ ἀποφαίνειν τυφλοὺς τῷ φυσήματι λέγει τις λόγος.

39 Εἶτα οὐ χρὴ θαυμάσαι τὴν φύσιν τῇ τε ἄλλῃ καὶ ἐνταῦθα μέντοι; τῶν ἀρρένων οἱ πατέρες τοὺς πλείστους νεβροὺς ἀναιροῦσιν, ἵνα μὴ πληθύωνται εἶτα μέντοι καὶ τὰς μητέρας ἀναβαίνωσι· μίασμα γὰρ καὶ ἐν τοῖς ἀλόγοις καὶ ἐναγὲς ἔργον δοκεῖ τοῦτο δήπου. Κύρῳ δὲ καὶ Παρυσάτιδι, ὦ Πέρσαι, καὶ καλὰ ταῦτα καὶ ἔνδικα ἐδόκει· καὶ ἐφίλει Κῦρος τὴν μητέρα κακῶς, καὶ ἐφιλεῖτο ὑπὸ τῆς μητρὸς φιλίαν ὁμοίαν. καὶ ταῦτα μέντοι σωμένης, οἱ δὲ ἄνθρωποι πάντων μὲν ἐπιθυμοῦντες, μηδενὸς δὲ φειδόμενοι.

40 Νῆσος ἐν τῷ Πόντῳ Ἡρακλεῖ ἐπώνυμος ἐκτετίμηται. οὐκοῦν ὅσον μυῶν ἐστιν ἐνταῦθα σέβει τὸν θεόν, καὶ πᾶν ὅσον ἀνεῖται αὐτῷ, τοῦτο πιστεύει τῷ θεῷ κεχαρισμένον ἀνεῖσθαι καὶ οὐκ ἂν προσάψαιτο αὐτοῦ. οὐκοῦν καὶ ἄμπελος τῷ θεῷ κομᾷ, καὶ τετίμηται ὡς ἀνάθημα αὐτῷ μόνῳ, καὶ φυλάττουσιν οἱ θεραπευτῆρες τοῦ δαίμονος ἐς τὰς θυσίας τοὺς βότρυς. ὅταν οὖν ἐς ἀκμὴν αἱ ῥᾶγες ἔρχωνται, οἳ δὲ ἀπολείπουσι τὴν νῆσον οἱ μύες, ἵνα μὴ μείναντες ἄκοντες γοῦν προσάψωνται ὧν θιγεῖν οὐκ ἄμεινον· εἶτα τῆς ὥρας διαδραμούσης οἳ δὲ ἐς ἤθη τὰ οἰκεῖα