Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/218

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καταγωνίσασθαι ἀδύνατός ἐστι. τὸ δὲ αἴτιον, αἱ ἄκανθαι ἀνείργουσιν αὐτήν. ἣ δὲ ἡσύχως καὶ πεφεισμένως ἔχουσα τοῦ ἑαυτῆς στόματος ἀνατρέπει αὐτοὺς καὶ κλίνει ὑπτίους, ἀνασχίσασά τε ἐσθίει ῥᾳδίως τοὺς τέως φοβερούς. τὰς δὲ ὠτίδας ἐν τῷ Πόντῳ θηρεύουσιν οὕτως. ἀποστραφεῖσαι αὐταὶ καὶ ἐς γῆν κύψασαι τὴν κέρκον ἀνατείνουσιν ὥσπερ οὖν τράχηλον ὄρνιθος· αἳ δὲ ἀπατηθεῖσαι προσίασιν ὡς πρὸς ὄρνιν ὁμόφυλον, εἶτα πλησίον γενόμεναι τῆς ἀλώπεκος ἁλίσκονται ῥᾷστα ἐπιστραφείσης καὶ ἐπιθεμένης κατὰ τὸ καρτερόν. τὰ σμικρὰ δὲ ἰχθύδια θηρῶσι πάνυ σοφῶς. παρὰ τὴν ὄχθην τὴν τοῦ ποταμοῦ ἔρχονται καὶ τὴν οὐρὰν καθιᾶσιν ἐς τὸ ὕδωρ· τὰ δὲ προσνέοντα ἐνίσχεταί τε καὶ ἐμπαλάσσεται τῷ δάσει τῷ τῶν τριχῶν. αἳ δὲ αἰσθόμεναι τοῦ μὲν ὕδατος ἀναχωροῦσιν, ἐλθοῦσαι δὲ ἐς τὰ ξηρὰ χωρία διασείουσι τὰς οὐράς, καὶ ἐκπίπτει τὰ ἰχθύδια, καὶ ἐκεῖναι δεῖπνον ἁβρότατον ἔχουσιν. οἱ δὲ Θρᾷκες τῆς τῶν ποταμῶν πήξεως τῆς οὐ σφαλερᾶς ποιοῦνται γνώμονα τήνδε τὴν θῆρα. καὶ ἐὰν διαδράμῃ τὸν κρύσταλλον μὴ ἐνδιδόντα μηδὲ εἴκοντα τοῖς ἐκείνης βήμασι, θαρροῦσι καὶ ἕπονται. πεῖραν δὲ αὐτὴ ποιεῖται τοῦ μὴ σφαλεροῦ πόρου τὸν τρόπον τοῦτον. παραβάλλει τὸ οὖς τῷ κρυστάλλῳ· κἂν μὲν αἴσθηται μὴ ὑπηχοῦν κάτωθεν τὸ ῥεῦμα μηδὲ ὑποψοφοῦν ἡσυχῆ ἐς βάθος, ἣ δὲ ὡς ἑστῶτι τῷ κρυστάλλῳ θαρρεῖ, διαθεῖ τε ἀτρέπτως· εἰ δὲ μή, οὐκ ἂν ἐπιβαίη.

25 Οἱ ποιηταὶ μὲν τὴν παῖδα τὴν τοῦ Ἴφιδος σέβουσι, καὶ τά γε θέατρα ὑπ᾽ αὐτῶν ἐμπέπλησται ὑμνούντων τὴν ἡρωίνην ἐκείνην, ἐπεὶ τὰς ἄλλας ὑπερεπήδησε τῇ σωφροσύνῃ, τὸν ἑαυτῆς γαμέτην προτιμήσασα τοῦ βίου· τὰ δὲ ζῷα ὑπερβολὴν φιλο-