Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/215

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὃ δὲ ἀφικνεῖται, καὶ περιβαλὼν τῷ λοιπῷ σώματι, τῇ οὐρᾷ τὰς κνήμας τῆς ἐρωμένης πεφεισμένως ἔπαιεν, ὑπεροφθείς τε καὶ μηνίων δῆθεν. οὔκουν ὁ καὶ τοῦ Διὸς ἄρχων αὐτοῦ καὶ τῶν θεῶν τῶν ἄλλων οὐδὲ τῶν ἀλόγων ὑπερορᾷ, ἀλλ᾽ ὅπως ἔχει πρὸς αὐτὰ καὶ διὰ τούτων καὶ δι᾽ ἄλλων ἀποδείκνυται.

18 Οἱ ὄφεις ἑαυτοῖς συνεγνωκότες τὸν στόμαχον λεπτὸν καὶ μακρὸν ἔχουσιν, ὅμως ὄντες ἀδηφάγοι καὶ παμβορώτατοι, ὡς Ἀριστοτέλης λέγει, ἀνίστανται ὀρθοὶ καὶ ἐπ᾽ ἄκρας τῆς οὐρᾶς ἑστᾶσι, καὶ ἡ τροφὴ κατολισθάνει αὐτοῖς, καὶ ἐς τὸν ὄγκον τοῦ σώματος ἀποχωρεῖ· ἄποδες δὲ ὄντες εἶτα ἕρπουσιν ὤκιστα. ἤδη δὲ καὶ ἀκοντίων δίκην ἑαυτόν τις μεθίησι καὶ ἐπιφέρεται, καὶ τό γε ὄνομα ἐξ οὗ δρᾷ ἔχει· κέκληται γὰρ ἀκοντίας.

19 Τῶν ἐν ᾠδαῖς τε καὶ μούσαις ὀρνίθων οὐδεὶς διαλέληθεν, ἀλλ᾽ ἴσμεν χελιδόνας καὶ κοσσύφους καὶ τὸ τῶν τεττίγων φῦλον, καὶ κίτταν λάλον καὶ βομβοῦσαν ἀκρίδα καὶ πάρνοπα ὑποκρίζοντα καὶ μὴ σιωπῶσαν τρωξαλλίδα, ἁλκυόνας τε ἐπὶ τούτοις καὶ ψιττακούς· τῶν δὲ ἐνύδρων ὀλολυγὼν οὐ σιωπᾷ. φθέγγεται δὲ αὐτῶν τὰ μὲν γοερὰ καὶ θηλύφωνα, τὰ δὲ ὄρθια καὶ διάτορα· καὶ τὰ μὲν ἀπὸ τῶν κλάδων ἐπὶ τοὺς κλάδους μεταθέοντα ᾄδει, ὥσπερ οὖν οἴκους ἐξ οἴκων ἀμείβοντα, τὰ δὲ ἐν τοῖς λειμῶσι κατᾴδει, οἱονεὶ πανηγυρίζοντα, καὶ βίον ὡς ἂν εἴποις ἀνθηρὸν καὶ ἁβρὸν διαιτώμενα τὴν ἦρος ἐπιδημίαν μελῳδίαις ἔγωγ᾽ ἂν φαίην εὐφημεῖ. κύκνων δὲ πέρι καὶ ὅτου θεῶν θεράποντές εἰσιν ἀνωτέρω εἶπον. ἡ κίττα δ᾽ οὖν καὶ τῶν ἄλλων φωνημάτων μιμηλότατόν ἐστι, τοῦ δὲ ἀνθρωπικοῦ πλέον. ἰδιάξει δὲ ταῖς μιμήσεσι τῶν τοιούτων ὅ τε ἄνθος καλούμενος