Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/212

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πρὸς ταῦτα, ὦ ἄνθρωποι, ὑμεῖς, οὓς οὐκ ἂν ἐμπλήσειέ ποτε ἕως θανάτου

οὐδ᾽ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει;

14 Ἡ ὕαινα, ὡς Ἀριστοτέλης λέγει, ἐν τῇ ἀριστερᾷ χειρὶ ἔχει δύναμιν ὑπνοποιόν, καὶ ἐνεργάζεται κάρον μόνον προσθιγοῦσα. πάρεισι γοῦν ἐς τὰ αὔλια πολλάκις, καὶ ὅταν ἐντύχῃ τινὶ καθεύδοντι, προσελθοῦσα τὴν ὑπνοποιὸν ὡς ἂν εἴποις χεῖρα προσέθηκε τῇ ῥινί, ὃ δὲ ἄγχεταί τε καὶ πιέζεται. καὶ ἐκείνη μὲν ὑπορύττει τὴν γῆν τὴν ὑπὸ τῇ κεφαλῇ ἐς τοσοῦτον, ἐς ὅσον ἀνέκλασεν ἐς τὸν βόθρον καὶ τὴν φάρυγγα ὑπτίαν ἀπέφηνε καὶ γυμνήν· ἐνταῦθα δὲ ἡ ὕαινα ἐνέφυ καὶ ἀπέπνιξε καὶ ἐς τὸν φωλεὸν ἀπάγει. τοῖς κυσὶ δὲ ἐπιτίθεται ἡ αὐτὴ τὸν τρόπον ἐκεῖνον. ὅταν ᾖ πλήρης ὁ τῆς σελήνης κύκλος, κατόπιν λαμβάνει τὴν αὐγήν, καὶ τὴν αὑτῆς σκιὰν ἐπιβάλλει τοῖς κυσί, καὶ παραχρῆμα αὐτοὺς κατεσίγασε, καὶ καταγοητεύσασα ὡς αἱ φαρμακίδες εἶτα ἀπάγει σιωπῶντας, καὶ κέχρηται ὅ τι καὶ βούλεται τὸ ἐντεῦθεν αὐτοῖς.

15 Ἔρωτα δελφῖνος ἐν Ἰασῷ ἐς μειράκιον καλὸν πάλαι ᾀδόμενον ἄμοιρον μνήμης τῆς ἐξ ἐμοῦ ἀπολιπεῖν οὔ μοι δοκεῖ, καὶ διὰ ταῦτα εἰρήσεται. τὸ γυμνάσιον τὸ τῶν Ἰασέων ἐπίκειται τῇ θαλάσσῃ, καὶ οἵ γε ἔφηβοι μετὰ τοὺς δρόμους καὶ τὰς κονίστρας κατιόντες ἐνταῦθα ἀπολοῦνται κατά τι ἔθος ἀρχαῖον. διανηχομένων οὖν αὐτῶν ἑνὸς τοῦ τὴν ὥραν ἐκπρεπεστάτου ἐρᾷ δελφὶς ἔρωτα δριμύτατον. καὶ τὰ μὲν πρῶτα πλησίον γενόμενος ἐφόβησέ τε καὶ ἐξέπληξεν αὐτόν, εἶτα μέντοι τῇ συνηθείᾳ φιλίαν τινὰ καὶ εὔνοιαν ἐς ἑαυτὸν ἐκ τοῦ παιδὸς ἰσχυρὰν ἐπηγάγετο. ἀθύρειν γοῦν μετ᾽ ἀλλήλων ὑπήρξαντο, καὶ πῆ μὲν