Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/207

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τὴν ἀκόλαστον κοίτην ἀπείπατο παντελῶς πᾶσαν. Κλειτόμαχος δὲ ὁ παγκρατιαστὴς καὶ κύνας εἴ ποτε εἶδε μιγνυμένους, ἀπεστρέφετο, καὶ ἐν συμποσίῳ δὲ εἰ λόγον ἀκόλαστον ἤκουσε καὶ ἀφροδίσιον, ἐξαναστὰς ἀπηλλάττετο. ἀνθρώπους δὲ ὄντας ποιεῖν ταῦτα ἢ ὑπὲρ τοῦ κερδᾶναι χρήματα ἢ ὑπὲρ τοῦ φήμης καὶ κλέους μεταλαχεῖν, οὐ πάνυ τι θαυμαστόν· ταύρῳ δὲ νικῶντι ταῦρον ἀντίπαλον ποῖα μὲν κηρύγματα, ὦ παῖ Ἀρίστωνος, ἀποκηρύττουσι, ποῖα δὲ ἆθλα ἀποκρίνουσιν;

2 Τὰ ἄλογα καὶ τῶν συνήθων σφίσι γενομένων ἀπέχεσθαι φιλεῖ καὶ φείδεσθαι πολλάκις. ἀκούω γοῦν τὸν λόγον ἐκεῖνον. πάρδαλιν ἐκ νηπίου θηρατὴς ἀνὴρ ἡμερώσας εἶχεν, οἷα δήπου φίλην ἢ ἐρωμένην ἀγαπῶν καὶ περιέπων ἰσχυρῶς. οὐκοῦν ἔριφον αὐτῇ φέρων ζῶντα ἐδίδου, τροφὴν ἐν ταὐτῷ καὶ ἡδονήν τινα ἐπινοήσας τῷ θηρίῳ ἐν τῷ διασπᾶν τὸν ἔριφον, ἀλλὰ μὴ δοκεῖν ἐσθίειν κενέβρειόν τε καὶ θνησείδιον. καὶ δὴ κομισθέντος τοῦ ἐρίφου ἣ δὲ ἐγκρατῶς ἔσχε, δεομένη ἀπόσιτος εἶναι διὰ πλησμονήν. ἔδρασε δὲ καὶ τῇ δευτέρᾳ τοῦτο· ἐδεῖτο γὰρ ἔτι ὡς φαρμάκου τοῦ λιμοῦ. τῆς δὲ τρίτης ἐπιστάσης ἡμέρας ἐπείνη μὲν καὶ συνήθως ἐπεδείκνυτο τοῦτο τῷ φθέγματι, οὐ μὴν τοῦ ἐρίφου γενομένου δύο ἡμερῶν ἑαυτῇ φίλου ἔτι προσήψατο, ἀλλὰ ἐκεῖνον μὲν εἴασεν, ἄλλον δὲ ἔλαβεν. ἄνθρωποι δὲ καὶ ἀδελφοὺς προύδοσαν καὶ τοὺς γειναμένους καὶ φίλους ἀρχαίους, καὶ πολλοὶ πολλάκις.

3 Ἡ ἄρκτος ὅτι τίκτει σάρκα ἄσημον εἶτα τῇ γλώττῃ διαρθροῖ αὐτὴν καὶ οἱονεὶ διαπλάττει, ἄνω που λέλεκται. ὃ δὲ οὐκ εἶπον ἤδη, τοῦτο εἰρήσεται νῦν, καὶ μάλα ἐν καλῷ. χειμῶνος μὲν ἀποτίκτει, καὶ φωλεύει