Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/198

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
θήξας λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν.

παχύνεσθαι δὲ τὸν σῦν ἀκούω μάλιστα μὴ λούμενον, ἀλλὰ ἐν τῷ βορβόρῳ διατρίβοντά τε καὶ στρεφόμενον καὶ πίνοντα ὕδωρ τεθολωμένον, καὶ ἡσυχίᾳ καὶ στέγῃ σκοτωδεστέρᾳ χαίροντα καὶ τροφαῖς ὅσαι φυσωδέστεραί τέ εἰσι καὶ ὑποπλῆσαι δύνανται. καὶ Ὅμηρος δὲ ἔοικε ὑποδηλοῦν ταῦτα. περὶ μὲν οὖν τοῦ καλινδεῖσθαι αὐτοὺς καὶ φιληδεῖν τοῖς ῥυπαρωτέροις τέλμασι ** λέγων σύες χαμαιευνάδες· ὅτι δὲ τῷ τεθολωμένῳ ὕδατι πιαίνονται ** φησὶ

μέλαν ὕδωρ
πίνουσαι, τά θ᾽ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.

ὅτι δὲ χαίρουσι τῷ σκότῳ διὰ τούτων ἐλέγχει

πέτρῃ ὕπο γλαφυρῇ εὗδον Βορέω ὑπ᾽ ἰωγῇ.

τὸ δὲ φυσῶδες αἰνίττεται τῆς τροφῆς ὅταν λέγῃ βάλανον μενοεικέα ἐσθίειν αὐτάς. εἰδὼς δὲ ἄρα Ὅμηρος ὡς καὶ ἰσχναίνεται καὶ ἐπιτρίβει τὰ κρέα ὗς ὁρῶν τὸν θῆλυν, πεποίηκε τοὺς ἄρρενας ἰδίᾳ καθεύδοντας καὶ τὰς θηλείας ἰδίᾳ. ἐν Σαλαμῖνι δὲ χλωροῦ σίτου καὶ ληίου κομῶντος ἐὰν σῦς ἐμπεσοῦσα ἀποκείρῃ, νόμος ἐστὶ Σαλαμινίων τοὺς ὀδόντας ἐκτρίβειν αὐτῆς. καὶ τοῦτο εἶναι τὸ παρ᾽ Ὁμήρῳ συὸς ληιβοτείρης φασίν. οἳ δὲ ἑτέρως νοοῦσι, καὶ λέγουσι χλωροῦ σίτου τὴν ὗν γευσαμένην ἀσθενεῖς ἔχειν τοὺς ὀδόντας.

46 Ἔδωκε δὲ ἄρα ἡ φύσις ταῖς κυσὶ τραυμάτων ἀντίπαλον πόαν. εἰ δὲ ἕλμινθες αὐτὰς λυποῖεν, τοῦ σίτου τὸ καλούμενον λήιον ἐσθίουσαι ἐκκρίνουσιν αὐτάς. λέγονται δὲ καὶ ὅταν δέωνται τὴν γαστέρα