Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/192

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δύο ἡμέρας. ἤδη δ᾽ ἂν τέκοι καὶ ὑπηνέμια ὁ ταώς, ὡς καὶ ὄρνιθες ἕτεροι.

33 Ἡ νῆττα ὅταν τέκῃ, τίκτει μὲν ἐν ξηρῷ, πλησίον δὲ ἢ τῆς λίμνης ἢ τοῦ τενάγους ἢ ἄλλου τινὸς ὑδρηλοῦ χώρου καὶ ἐνδρόσου. τὸ δὲ νήττιον φύσει τινὶ ἰδίᾳ καὶ ἀπορρήτῳ οἶδεν ὅτι μήτε τῆς μετεώρου φορᾶς οἱ μέτεστι μήτε μὴν τῆς ἐν τῇ χέρσῳ διατριβῆς. καὶ ἐκ τούτων ἐς τὸ ὕδωρ πηδᾷ, καὶ ἐξ ὠδίνων ἐστὶ νηκτική, καὶ μαθεῖν οὐ δεῖται, ἀλλὰ καταδύεται καὶ ἀναδύεται πάνυ σοφῶς καὶ ὡς ἤδη χρόνου πεπαιδευμένη τοῦτο. ἀετὸς δέ, ὃν καλοῦσι νηττοφόνον, ἐπιπηδᾷ τῇ νηχομένῃ ὡς ἁρπασόμενος· ἣ δὲ καταδῦσα ἑαυτὴν ἠφάνισεν, εἶτα ὑπονηξαμένη ἀλλαχόθι ἐκκύπτει. ὃ δὲ καὶ ἐκεῖ πάρεστι, καὶ αὖθις κατέδυ ἐκείνη, καὶ πάλιν ταῦτα καὶ πάλιν. καὶ δυοῖν θάτερον· ἢ γὰρ καταδῦσα ἀπεπνίγη, ἢ ὃ μὲν ἀπέστη ἐπ᾽ ἄλλην ἄγραν, ἣ δὲ ἔχουσα τὸ ἀδεὲς ἐπινήχεται αὖθις.

34 Πλέον ἔχει τῶν ἀνθρώπων ὁ κύκνος ἐν τοῖς μεγίστοις· οἶδέ τε γὰρ ὁπότε τοῦ βίου τὸ τέρμα ἀφικνεῖται αὐτῷ, καὶ μέντοι καὶ εὐθύμως φέρειν αὐτὸ προσιὸν ὑπὸ τῆς φύσεως λαχὼν ἔχει δῶρον τὸ κάλλιστον· πεπίστευκε γὰρ ὅτι μηδενὸς ἀλγεινοῦ μηδὲ λυπηροῦ μέτεστι θανάτῳ. ἄνθρωποι δὲ ὑπὲρ οὗ οὐκ ἴσασι δεδοίκασι, καὶ ἡγοῦνται μέγιστον εἶναι κακὸν αὐτό. τοσοῦτον δὲ ἄρα τῷ κύκνῳ περίεστιν εὐθυμίας, ὡς καὶ ἐπὶ τῇ καταστροφῇ τοῦ βίου τοῦ σφετέρου ᾄδειν καὶ ἀνακρούεσθαι οἷον ἐπικήδειόν τι ἑαυτῷ μέλος. τοιοῦτόν τινα καὶ τὸν Βελλεροφόντην ἡρωικῶς καὶ μεγαλοψύχως ἐς θάνατον παρεσκευασμένον ὁ Εὐριπίδης ὑμνεῖ. πεποίηκε γοῦν πρὸς τὴν ἑαυτοῦ ψυχὴν λέγοντα αὐτὸν