Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/189

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

αὐτοῖς πρὸς αὐτοὺς ἔνσπονδά ἐστι. μόνη δὲ ἡ ὠτίς πέφρικε κύνας. τὸ δὲ αἴτιον, βαρεῖαί τέ εἰσι καὶ σαρκῶν ὄγκον περιφέρουσιν. οὔκουν αὐτὰς αἴρει τε καὶ ἐλαφρίζει τὰ πτερὰ ῥᾳδίως, καὶ διὰ τοῦτο ταπειναὶ πέτονται καὶ κάτω περὶ γῆν, βρίθοντος τοῦ ὄγκου αὐτάς. αἱροῦνται δὲ ὑπὸ τῶν κυνῶν πολλάκις. ὅπερ ἑαυταῖς συνειδυῖαι, ὅταν ἀκούσωσιν ὑλακῆς, ἐς τοὺς θάμνους καὶ τὰ ἕλη καταθέουσι, προβαλλόμεναι ἑαυτῶν ταῦτα, καὶ ῥυόμεναι σφᾶς ἐκ τῶν παρόντων καὶ μάλα εὐπόρως.

25 Ὀψὲ τοὺς γειναμένους ἄνθρωπος γνωρίζειν ἄρχεται, διδασκόμενος καὶ οἱονεὶ καταναγκαζόμενος ἐς πατέρα ὁρᾶν καὶ μητέρα ἀσπάζεσθαι καὶ οἰκείοις προσμειδιᾶν· οἱ δὲ ἄρνες περὶ τὰς μητέρας πηδῶσιν ἀπὸ γενεᾶς, καὶ ἴσασι τό τε ὀθνεῖον καὶ τὸ οἰκεῖον, καὶ παρὰ τῶν νομέων μαθεῖν δέονται οὐδὲ ἕν.

26 Μιμηλότατόν ἐστιν ὁ πίθηκος ζῷον, καὶ πᾶν ὅ τι ἂν ἐκδιδάξῃς τῶν διὰ τοῦ σώματος πραττομένων ὃ δὲ εἴσεται ἀκριβῶς, ἵνα ἐπιδείξηται αὐτό. ὀρχεῖται γοῦν, ἐὰν μάθῃ, καὶ αὐλεῖ, ἐὰν ἐκδιδάξῃς. ἐγὼ δὲ καὶ ἡνίας κατέχοντα εἶδον καὶ ἐπιβάλλοντα τὴν μάστιγα καὶ ἐλαύνοντα. καὶ ἄλλο δ᾽ ἄν τι μαθὼν καὶ ἄλλο οὐ διαψεύσαιτο τὸν διδάξαντα· οὕτως ἄρα ἡ φύσις ποικίλον τε καὶ εὐτράπελόν ἐστιν.

27 Ἴδιαι δὲ καὶ διάφοροι τῶν ζῴων καὶ αἵδε αἱ φύσεις. τοὺς ἐν τοῖς Βισάλταις λαγὼς διπλᾶ ἥπατα ἔχειν Θεόπομπος λέγει. τὰς δ᾽ ἐν Λέρῳ μελεαγρίδας ὑπὸ μηδενὸς ἀδικεῖσθαι τῶν γαμψωνύχων ὀρνέων λέγει Ἴστρος. τοὺς δὲ ἐν Νευροῖς βοῦς Ἀριστοτέλης φησὶν ἐπὶ τῶν ὤμων ἔχειν τὰ κέρατα, Ἀγαθαρχίδης δὲ τὰς ἐν Αἰθιοπίᾳ ὗς κέρατα ἔχειν. Σώστρατος δὲ τοὺς ἐν τῇ Κυλλήνῃ κοσσύφους πάντας λέγει λευ-