Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/182

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τρίτην μοῖραν ἐπὶ τὴν νομὴν προϊέναι· εἶτα μέντοι ἀμείβουσι τὰ ἔργα ἐκ περιόδου κάλλιστά πως ἀποκριθεῖσαι. αὐτὸς δὲ ὁ βασιλεύς, ἀπόχρη οἱ τούτων πεφροντικέναι καὶ νομοθετεῖν ὅσα προεῖπον κατὰ τοὺς μεγάλους ἄρχοντας, οὓς οἱ φιλόσοφοι φιλοῦσιν ὀνομάζειν πολιτικούς τε καὶ βασιλικοὺς τοὺς αὐτούς· τὰ δὲ ἄλλα ἡσυχάζει καὶ τοῦ αὐτουργεῖν ἀφεῖται. ἐὰν δὲ ᾖ λῷον ταῖς μελίτταις μεταστῆναι, τηνικαῦτα καὶ ὁ ἄρχων ἀπαλλάττεται. καὶ ἐὰν μὲν ἔτι νέος ᾖ, ἡγεῖται, αἱ δὲ λοιπαὶ ἕπονται· ἐὰν δὲ πρεσβύτερος, φοράδην ἔρχεται, κομιζουσῶν αὐτὸν μελιττῶν ἄλλων. αἱ μέλιτται δὲ ὑπὸ συνθήματι ἐς ὕπνον τρέπονται. ὅταν δὲ δοκῇ καιρὸς εἶναι καθεύδειν, ὁ βασιλεὺς μιᾷ προστάττει ὑποσημῆναι καταδαρθάνειν. καὶ ἣ μὲν πεισθεῖσα τοῦτο ἐκήρυξεν, αἳ δὲ ἐς κοῖτον τρέπονται ἐντεῦθεν, τέως βομβοῦσαι. ἕως μὲν οὖν περίεστιν ὁ βασιλεύς, εὐθενεῖται τὸ σμῆνος, καὶ ἀταξία πᾶσα ἠφανίσθη, καὶ οἱ μὲν κηφῆνες ἀγαπητῶς ἐν τοῖς ἑαυτῶν κυττάροις ἡσυχάζουσιν, αἱ δὲ πρεσβύτεραι διαιτῶνται ἰδίᾳ, καὶ αἱ νέαι ἰδίᾳ, καὶ καθ᾽ ἑαυτὸν ὁ βασιλεύς, καὶ αἱ σχαδόνες ἐφ᾽ ἑαυτῶν εἰσι, καὶ ἡ τροφὴ καὶ αἱ ἄφοδοι χωρίς· ἐπειδὰν δὲ ὁ βασιλεὺς ἀπόληται, ἀταξίας τε καὶ ἀναρχίας μεστὰ πάντα· οἵ τε γὰρ κηφῆνες τοῖς τῶν μελιττῶν κυττάροις ἐντίκτουσι, τά τε λοιπὰ ἐν ἀλλήλοις φυρόμενα εὐθενεῖσθαι τῷ σμήνει τὸ λοιπὸν οὐκ ἐπιτρέπει· διαφθείρονται δὲ τελευτῶσαι ἐρημίᾳ ἄρχοντος. βίον δὲ καθαρὸν ζῇ μέλιττα, καὶ ζῴου οὐκ ἂν οὐδενὸς πάσαιτό ποτε· καὶ οὐ δεῖται Πυθαγόρου συμβούλου οὐδὲ ἕν, ἀπόχρη δὲ ἄρα σῖτον αὐτῇ εἶναι τὰ ἄνθη. ἔστι δὲ καὶ σωφροσύνην ἀκροτάτη. χλιδὴν γοῦν καὶ θρύψιν μεμίσηκε. καὶ τὸ μαρτύριον, τὸν χρισάμενον μύρῳ διώκει τε καὶ έλαύ-