Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/180

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ματος τὴν ὁδόν. διατριβὴ δὲ ὁ Πόντος αὐτῇ καὶ ἡ ἐκεῖ θάλαττα· πλανᾶται δὲ τῶν ἠθῶν ἐκείνων ἐξωτέρω ἡ φώκαινα ἥκιστα.

5 Τὸν ἄρρενα ἡ θήλεια νικήσασα ὄρνις ἐν τῇ μάχῃ, ἁβρύνεταί τε ὑφ᾽ ἡδονῆς καὶ καθίησι κάλλαια, οὐκ ἐς τοσοῦτον μὲν ἐς ὅσον καὶ οἱ ἀλεκτρυόνες, καθίησι δ᾽ οὖν, καὶ φρονήματος ὑποπίμπλαται, καὶ βαίνει μακρότερα.

6 Φιλοίκειον ὁ δελφὶς ζῷον πεπίστευται. καὶ τὸ μαρτύριον, Αἶνός ἐστι πόλις Θρῇσσα. ἔτυχεν οὖν ἁλῶναι δελφῖνα καὶ τρωθῆναι μέν, οὐ μὴν ἐς θάνατον, ἀλλ᾽ ὡς ἔτι βιώσιμα εἶναι τῷ ἑαλωκότι. οὐκοῦν ἐρρύη μὲν αἷμα, ᾔσθοντο δὲ οἱ ἀθήρατοι, καὶ ἀφίκοντο ἐς τὸν λιμένα ἀγέλη, καὶ κατεσκίρτων, καὶ ἦσάν τι δρασείοντες οὐκ ἀγαθόν. οἱ τοίνυν Αἴνιοι ἔδεισαν καὶ ἀφῆκαν τὸν ἑαλωκότα. καὶ ἐκεῖνοι κομισάμενοι ὡς ἕνα τῶν κηδεστῶν ᾤχοντο ἀπιόντες. σπανίως δὲ ἄνθρωπος ἢ οἰκείῳ δυστυχήσαντι ἢ οἰκείᾳ κοινωνὸς σπουδῆς καὶ φροντίδος.

7 Ἐν Αἰγύπτῳ πίθηκος, ὥς φησιν Εὔδημος, ἐδιώκετο, αἴλουροι δὲ ἦσαν οἱ διώκοντες. ἀνὰ κράτος οὖν ἀποδιδράσκων ὥρμησεν εὐθὺ δένδρου τινός, οἳ δὲ καὶ αὐτοὶ ἀνέθορον ὤκιστα· ἔχονται γὰρ τῶν φλοιῶν, καὶ ἔστι καὶ τούτοις ἐς δένδρα ἐπιβατά. ὃ δὲ ὡς ἡλίσκετο εἷς ὤν, καὶ ταῦτα ὑπὸ πολλῶν, ἐκπηδᾷ τοῦ πρέμνου, καὶ κλάδου τινὸς ἐπηρτημένου καὶ μετεώρου λαμβάνεται ἄκρου ταῖς χερσί, καὶ ἐγκρατῶς εἴχετο οὐκ ἐπ᾽ ὀλίγον· οἱ δὲ αἴλουροι, ὡς οὐκ ἦν ἐφικτὰ αὐτοῖς ἔτι, ἐπ᾽ ἄλλην θήραν κατέδραμον. ὃ δὲ κατὰ πολλὴν τὴν σπουδὴν διεσώζετο, ἑαυτῷ ὀφείλων ὡς τὸ εἰκὸς ζωάγρια.

8 Ἀριστοτέλης ὄφεσιν ἔχθρὰν εἶναι τὴν Ἀστυπα-