Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/178

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

3 Ὁ ποταμὸς ὁ Ἰνδὸς ἄθηρός ἐστι, μόνος δὲ ἐν αὐτῷ τίκτεται σκώληξ φασί. καὶ τὸ μὲν εἶδος αὐτῷ ὁποῖον δήπου καὶ τοῖς ἐκ τῶν ξύλων γεννωμένοις τε καὶ τρεφομένοις, ἑπτὰ δὲ πήχεων τὸ μῆκος προήκουσιν οἱ ἐκεῖθι, εὑρεθεῖεν δ᾽ ἂν καὶ μείζους ἔτι καὶ ἐλάττους· τὸ πάχος δὲ αὐτῶν δεκαετὴς παῖς γεγονὼς μόλις ταῖς χερσὶ περιβάλλειν ἀρκέσει. τούτοις δὴ ἄνω μὲν εἷς ὀδοὺς προσπέφυκε, κάτω δὲ ἄλλος, τετράγωνοι δὲ ἄμφω, πυγόνος δὲ τὸ μῆκος. τοσοῦτον δὲ ἄρα τῶν ὀδόντων αὐτοῖς τὸ κράτος ἐστί. πᾶν ὅ τι ἂν ὑπ᾽ αὐτοῖς λάβωσι συντρίβουσι ῥᾷστα, ἐάν τε λίθος ᾖ ἐάν τε ἥμερον ζῷον ἢ ἄγριον. καὶ μεθ᾽ ἡμέραν μὲν κάτω καὶ ἐν τῷ βυθῷ τοῦ ποταμοῦ διατρίβουσι, τῷ πηλῷ καὶ τῇ ἰλύι φιληδοῦντες, καὶ ἐντεῦθεν οὐκ εἰσὶν ἔκδηλοι· νύκτωρ δὲ προΐασιν ἐς τὴν γῆν, καὶ ὅτῳ ἂν περιτύχωσιν, ἢ ἵππῳ ἢ βοῖ ἢ ὄνῳ, συντρίβουσιν αὐτόν, εἶτα σύρουσιν ἐς τὰ ἑαυτῶν ἤθη, καὶ ἐσθίουσιν ἐν τῷ ποταμῷ, καὶ πάντα βρύκουσι τὰ μέλη πλὴν τῆς τοῦ ζῴου κοιλίας. εἰ δὲ αὐτοὺς καὶ ἐν ἡμέρᾳ πιέζοι λιμός, εἴτε κάμηλος πίνοι ἐπὶ τῆς ὄχθης εἴτε βοῦς, ὑπανερπύσαντες καὶ λαβόμενοι ἄκρων τῶν χειλέων μάλα εὐλαβῶς, ὁρμῇ βιαιοτάτῃ καὶ ἕλξει ἐγκρατεῖ ἐς τὸ ὕδωρ ἄγουσι, καὶ δεῖπνον ἴσχουσι. δορὰ δὲ ἕκαστον περιαμπέχει τὸ πάχος καὶ δύο δακτύλων. ἄγρα δὲ αὐτῶν καὶ θήρα τὸν τρόπον τόνδε τετέχνασται. ἄγκιστρον παχὺ καὶ ἰσχυρὸν ἁλύσει σιδηρᾷ προσηρτημένον καθιᾶσι, προσδήσαντες αὐτῷ λευκολίνου ταλαντιαῖον ὅπλον, ἐρίῳ κατειλήσαντες καὶ τὸ καὶ τό, ἵνα μὴ διατράγῃ ὁ σκώληξ αὐτά, ἀναπήξαντες δὲ ἐς τὸ ἄγκιστρον ἄρνα ἢ ἔριφον, εἶτα μέντοι ἐς τὸ τοῦ ποταμοῦ ὕδωρ μεθιᾶσιν. ἔχονται δὲ ἄνθρωποι τοῦ ὅπλου καὶ τριάκοντα, καὶ ἕκαστος