Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/177

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Πολύειδον ὁρῶντα τήνδε τὴν ὄρνιν καὶ ἐξ αὐτῆς τεκμηράμενον ὅτι εὑρήσει τὸν Γλαῦκον. πυνθάνομαι δὲ ἔγωγε λόγους Κρῆτας ᾄδειν καὶ διδάσκειν ἐκεῖνα πρὸς τοῖς ἤδη διηνυσμένοις. δῶρον λαβεῖν τὴν γῆν τὴν Κρητικὴν ἐκ Διός, οἷα δήπου τροφὸν καὶ τὴν κρύψιν τὴν ὑμνουμένην ἀποκρύψασαν αὐτόν, ἐλευθέραν εἶναι θηρίου πονηροῦ καὶ ἐπὶ λύμῃ γεγεννημένου παντός, καὶ μήτε αὐτὴν τίκτειν μήτε ἔξωθεν κομισθὲν τρέφειν. καὶ τὴν μὲν ἀποδείκνυσθαι τοῦ δώρου τὴν ἰσχύν· τῶν γάρ τοι προειρημένων ἄγονον εἶναι· εἰ δὲ ἐπὶ πείρᾳ τις ἢ ἐλέγχῳ τῆς ἐκ Διὸς χάριτος τῶν ὀθνείων τι ἐσαγάγοι, τὸ δὲ ἐπιψαῦσαν μόνον τῆς γῆς ἀπόλλυσθαι. οὐκοῦν τοὺς θηρῶντας τοὺς ὄφεις ἐν τῇ πλησίον Λιβύῃ τοιαῦτα παλαμᾶσθαι. ἡμερώσαντες ἄγουσιν ἐς θαῦμα οἵδε οἱ γόητες τῶν δακέτων θηρίων πολλά, καὶ σὺν αὐτοῖς ἐπάγονται φόρτον γῆς τῆς Λιβύσσης σφίσι τὸ ἀρκοῦν ἐς τὴν χρείαν. προμηθείᾳ δὲ τῶν ὄφεων τοῦτο δρῶσιν, ἵνα μὴ ἀπόλωνται· καὶ διὰ ταῦτα ἐς τὴν νῆσον τὴν προειρημένην ὅταν ἀφίκωνται, οὐ πρότερον κατατίθενται τὰ ζῷα, πρὶν ἢ ὑποσπεῖραι τὴν ξένην γὴν ἣν ἐπάγονται. καὶ ἐπὶ τούτοις ἀθροίζουσι τὰ πλήθη, καὶ μέντοι καὶ τοὺς ἀνοήτους τε καὶ πολλοὺς ἐκπλήττουσιν. ἕως μὲν οὖν ἕκαστον αὐτῶν κατὰ χώραν μένει συνεσπειραμένον τε καὶ ἱδρυμένον, καὶ ἐπανίσταται μέν, οὐ μὴν ὑπερβάλλει τὴν οἰκείαν κόνιν καὶ σύντροφον, ἐς τοσοῦτον ζῇ· ἐὰν δὲ ἐκφοιτήσῃ ἐς τὴν ὀθνείαν καὶ ἑαυτῷ ξένην γῆν τὴν ἐχθραίνουσαν αὐτῷ, ἀποθνήσκει, καὶ εἰκότως. εἰ γὰρ τὸ ἐκ τοῦ Διὸς νεῦμα ἀτελὲς οὔτε πρὸς τὴν Θέτιν ἐγένετο οὔτε πρὸς ἄλλον τινὰ γένοιτο ἄν, σχολῇ δήπου πρὸς τὴν αὐτοῦ τροφὸν ἐκεῖνο φανεῖται ἄκυρον.