Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/175

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ραχρῆμα ὀσμὴν βαρυτάτην ἀπεργάζεσθαι, ὡς μὴ οἷόν τε εἶναι προσπελάσαι αὐτῷ τινα. λήθην τε καταχεῖσθαι τοῦ πληγέντος ὁ αὐτὸς λέγει καὶ μέντοι καὶ ἀχλὺν κατὰ τῶν ὀμμάτων πολλήν, καὶ λύτταν ἐπιγίνεσθαι καὶ τρόμον εὖ μάλα ἰσχυρόν, καὶ ἀπόλλυσθαι διὰ τρίτης αὐτόν.

58 Τὴν οἰνάδα ὄρνεον εἰδέναι χρὴ οὖσαν, οὐ μὴν ὥς τινες ἄμπελον. λέγει δὲ Ἀριστοτέλης μεῖζον μὲν αὐτὸ εἶναι φάττης, περιστερᾶς γε μὴν ἧττον. καλοῦνται δὲ ὡς ἀκούω καὶ ἐν τῇ Σπάρτῃ οἰναδοθῆραί τινες. λέγοιτο δ᾽ ἂν καὶ κίρκη διαλλάττειν κίρκου οὐ μόνον τῷ γένει ἀλλὰ καὶ τῇ φύσει.

59 Κύανος τὸ ὄνομα, ὄρνις τὴν φύσιν, ἀπάνθρωπος τὸν τρόπον, μισῶν μὲν τὰς ἀστικὰς διατριβὰς καὶ τὰς κατ᾽ οἰκίαν αὐλίσεις, φεύγων δὲ καὶ τὰς ἐν ἀγροῖς διατριβὰς καὶ ὅπου καλύβαι τε καὶ ἀνθρώπων αὔλια, χαίρων δὲ ἐρημίαις καὶ ἡδόμενος ὀρείοις κορυφαῖς καὶ πάγοις ἀποτόμοις. ἀλλ᾽ οὐδὲ ἠπείροις φιληδεῖ οὐδὲ νήσοις ἀγαθαῖς, Σκύρῳ δὲ καὶ εἴ τις τοιαύτη ἑτέρα ἄγαν λυπρὰ καὶ ἄγονος καὶ ἀνθρώπων χηρεύουσα ὡς τὰ πολλά.

60 Σπίνοι δὲ ἄρα σοφώτεροι καὶ ἀνθρώπων τὸ μέλλον προεγνωκέναι. ἴσασι γοῦν καὶ χειμῶνα μέλλοντα, καὶ χιόνα ἐσομένην προμηθέστατα ἐφυλάξαντο. καὶ τοῦ καταληφθῆναι δέει ἀποδιδράσκουσιν ἐς τὰ ἀλσώδη χωρία, καὶ αὐτοῖς τὰ δάση κρησφύγετα ὡς ἂν εἴποις ἐστίν.