Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/171

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ὀρύξαι χαλεπή. στρωμνὴν δὲ ὑποβάλλεται τρίχας καὶ ἔρια. καὶ ὁ μὲν θῆλυς ὄρνις οὕτω κέκληται, ὁ δὲ ἄρρην, χλωρίωνα καλοῦσιν αὐτόν, καὶ ἔστι τὸν βίον μηχανικός, μαθεῖν τε πᾶν ὅ τι οὖν ἀγαθὸς καὶ τλήμων ὑπομεῖναι τὴν ἐν τῷ μανθάνειν βάσανον, ὅταν ἁλῷ. καὶ διὰ μὲν τοῦ χειμῶνος ἄφετον καὶ ἐλεύθερον οὐκ ἂν ἴδοι τις αὐτόν, ἠριναὶ δὲ ὅταν ὑπάρξωνται τροπαὶ τοῦ ἔτους, τηνικαῦτ᾽ ἂν ἐπιφαίνοιτο. Ἀρκτοῦρός τε ἐπέτειλεν, ὃ δὲ ἀναχωρεῖ ἐς τὰ οἰκεῖα, ὁπόθεν καὶ δεῦρο ἐστάλη.

48 Ὑπὸ θυμοῦ τεθηγμένον ταῦρον καὶ ὑβρίζοντα ἐς κέρας καὶ σὺν ὁρμῇ ἀκατασχέτῳ φερόμενον οὐχ ὁ βουκόλος ἐπέχει, οὐ φόβος ἀναστέλλει, οὐκ ἄλλο τοιοῦτον, ἄνθρωπος δὲ ἵστησιν αὐτὸν καὶ παραλύει τῆς ὁρμῆς τὸ δεξιὸν αὑτοῦ γόνυ διασφίγξας ταινίᾳ καὶ ἐντυχὼν αὐτῷ.

49 Ἡ πάρδαλις πέντε ἔχει δακτύλους ἐν τοῖς ποσὶ τοῖς προσθίοις, ἐν δὲ τοῖς κατόπιν τέτταρας. ἡ δὲ θήλεια εὐρωστοτέρα τοῦ ἄρρενος. ἐὰν δὲ γεύσηται ἀγνοοῦσα τοῦ καλουμένου παρδαλιάγχου ῾πόα δέ ἐστιν᾽, ἀποπάτημα ἀνθρώπου ποθὲν ἀνιχνεύσασα διασώζεται.

50 Οἱ ἵπποι, τὰς κάτω βλεφαρίδας οὔ φασιν αὐτοὺς ἔχειν. Ἀπελλῆν οὖν τὸν Ἐφέσιον αἰτίαν λέγουσιν ἔχειν, ἐπεί τινα ἵππον γράφων οὐ παρεφύλαξε τὸ ἴδιον τοῦ ζῴου. οἳ δὲ οὐκ Ἀπελλῆν φασι ταύτην τὴν αἰτίαν ἐνέγκασθαι, ἀλλὰ Μίκωνα, ἀγαθὸν μὲν ἄνδρα γράψαι τὸ ζῷον τοῦτο, σφαλέντα δ᾽ οὖν ἐς μόνον τὸ εἰρημένον.

51 [Τὸν οἶστρόν φασιν ὅμοιον εἶναι μυίᾳ μεγίστῃ καὶ εἶναι στερεὸν καὶ εὐπαγῆ καὶ ἔχειν κέντρον ἰσχυρὸν ἠρτημένον τοῦ σώματος, προΐεσθαι δὲ καὶ ἦχον βομ-