Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/160

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πλοῦτον ὑπὲρ τῶν κινδύνων ἔχουσι τῶν προειρημένων· ἐὰν δὲ κατάφωροι γένωνται, ἀπολώλασιν. ἐπανέρχονται δὲ ἐς τὰ οἰκεῖα ὡς πυνθάνομαι δι᾽ ἔτους τρίτου καὶ τετάρτου.

28 Χελώνης θαλαττίας ἀποτμηθεῖσα ἡ κεφαλὴ βλέπει καὶ καταμύει τὴν χεῖρα προσάγοντος· ἤδη δ᾽ ἂν καὶ δάκοι, εἰ περαιτέρω προσαγάγοις τὴν χεῖρα. καὶ ἐπὶ μακρὸν ἐκλάμποντας ἔχει τοὺς ὀφθαλμούς· αἱ γάρ τοι κόραι λευκόταταί τε καὶ περιφανέσταταί εἰσι, καὶ ἐξαιρεθεῖσαι χρυσίῳ καὶ ὅρμοις ἐντίθενται. ἔνθεν τοι καὶ δοκοῦσι ταῖς γυναιξὶ θαυμασταί. γίνονται δὲ ὡς πυνθάνομαι αἱ χελῶναι αἵδε ἐν τῇ θαλάττῃ, ἣν ᾄδουσιν Ἐρυθράν.

29 Ὁ ἀλεκτρυὼν τῆς σελήνης ἀνισχούσης ἐνθουσιᾷ φασι καὶ σκιρτᾷ. ἥλιος δὲ ἀνίσχων οὐκ ἄν ποτε αὐτὸν διαλάθοι, ᾠδικώτατος δὲ ἑαυτοῦ ἐστι τηνικάδε. πυνθάνομαι δὲ ὅτι ἄρα καὶ τῇ Λητοῖ φίλον ἐστὶν ὁ ἀλεκτρυὼν τὸ ὄρνεον. τὸ δὲ αἴτιον, παρέστη φασὶν αὐτῇ τὴν διπλῆν τε καὶ μακαρίαν ὠδῖνα ὠδινούσῃ. ταῦτά τοι καὶ νῦν ταῖς τικτούσαις ἀλεκτρυὼν πάρεστι, καὶ δοκεῖ πως εὐώδινας ἀποφαίνειν. τῆς δὲ ὄρνιθος ἀπολωλυίας, ἐπῳάζει αὐτός, καὶ ἐκλέπει τὰ ἐξ ἑαυτοῦ νεόττια σιωπῶν· οὐ γὰρ ᾄδει τότε θαυμαστῇ τινι καὶ ἀπορρήτῳ αἰτίᾳ, ναὶ μὰ τόν· δοκεῖ γάρ μοι συγγινώσκειν ἑαυτῷ θηλείας ἔργα καὶ οὐκ ἄρρενος δρῶντι τηνικάδε. μάχῃ δὲ ἀλεκτρυὼν καὶ τῇ πρὸς ἄλλον ἡττηθεὶς ἀγωνίᾳ οὐκ ἂν ᾄσειε· τὸ γάρ τοι φρόνημα αὐτῷ κατέσταλται, καὶ καταδύεταί γε ὑπὸ τῆς αἰδοῦς. κρατήσας δὲ γαῦρός ἐστι, καὶ ὑψαυχενεῖ, καὶ κυδρουμένῳ ἔοικε. θαυμάσαι δὲ τοῦ ζῴου ὑπεράξιον καὶ ἐκεῖνο δήπου· θύραν γὰρ ὑπιὼν καὶ τὴν ἄγαν ὑψηλήν, ὃ δὲ ἐπικύπτει, ἀλαζονέστατα δρῶν ἐκεῖνος