Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/156

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

πήγασιν οἱ ἄνω αὐτῷ, τρίστοιχοι δὲ οἱ κάτω, τὴν ἀκμὴν ὀξύτατοι, τῶν κυνείων ἐκεῖνοι μείζους· τὰ δὲ ὦτα ἔοικεν ἀνθρώπῳ, μείζω δὲ καὶ δασέα· τοὺς δὲ ὀφθαλμοὺς γλαῦκός ἐστι, καὶ ἐοίκασιν ἀνθρωπίνοις καὶ οὗτοι. πόδας δέ μοι νόει καὶ ὄνυχας οἵους εἶναι λέοντος. τῇ δὲ οὐρᾷ ἄκρᾳ προσήρτηται σκορπίου κέντρον, καὶ εἴη ἂν ὑπὲρ πῆχυν τοῦτο, καὶ παρ᾽ ἑκάτερα αὐτῷ ἡ οὐρὰ κέντροις διείληε πται· τὸ δὲ οὐραῖον τὸ ἄκρον ἐς θάνατον ἐκέντηστὸν περιτυχόντα, καὶ διέφθειρε παραχρῆμα. ἐὰν δέ τις αὐτὸν διώκῃ, ὃ δὲ ἀφίησι τὰ κέντρα πλάγια ὡς βέλη, καὶ ἔστι τὸ ζῷον ἑκηβόλον. καὶ ἐς τοὔμπροσθεν μὲν ὅταν ἀπολύῃ τὰ κέντρα, ἀνακλᾷ τὴν οὐράν· ἐὰν δὲ ἐς τοὐπίσω κατὰ τοὺς Σάκας, ὃ δὲ ἀποτάδην αὐτὴν ἐξαρτᾷ. ὅτου δ᾽ ἂν τὸ βληθὲν τύχῃ, ἀποκτείνει· ἐλέφαντα δὲ οὐκ ἀναιρεῖ μόνον. τὰ δὲ ἀκοντιζόμενα κέντρα ποδιαῖα τὸ μῆκός ἐστι, σχοίνου δὲ τὸ πάχος. λέγει δὲ ἄρα Κτησίας καί φησιν ὁμολογεῖν αὐτῷ τοὺς Ἰνδούς, ἐν ταῖς χώραις τῶν ἀπολυομένων ἐκείνων κέντρων ὑπαναφύεσθαι ἄλλα, ὡς εἶναι τοῦ κακοῦ τοῦδε ἐπιγονήν. φιληδεῖ δέ, ὡς ὁ αὐτὸς λέγει, μάλιστα ἀνθρώπους ἐσθίων, καὶ ἀναιρεῖ γε ἀνθρώπους πολλούς, καὶ οὐ καθ᾽ ἕνα ἐλλοχᾷ, δύο δ᾽ ἂν ἐπίθοιτο καὶ τρισί, καὶ κρατεῖ τῶν τοσούτων μόνος. καταγωνίζεται δὲ καὶ τῶν ζῴων τὰ λοιπά, λέοντα δὲ οὐκ ἂν καθέλοι ποτέ. ὅτι δὲ κρεῶν ἀνθρωπείων ἐμπιπλάμενον τόδε τὸ ζῷον ὑπερήδεται, κατηγορεῖ καὶ τὸ ὄνομα· νοεῖ γὰρ τῇ Ἑλλήνων φωνῇ ἀνθρωποφάγον αὐτὸ εἶναι. ἐκ δὲ τοῦ ἔργου καὶ κέκληται. πέφυκε δὲ κατὰ τὴν ἔλαφον ὤκιστος. τὰ βρέφη δὲ τῶνδε τῶν ζῴων Ἰνδοὶ θηρῶσιν ἀκέντρους τὰς οὐρὰς ἔχοντα, καὶ λίθῳ γε διαθλῶσιν αὐτάς, ἵνα ἀδυ-