Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/147

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

φαντα ἀγανακτεῖ ὁ βασιλεύς, καὶ πέμπει κατ᾽ αὐτοῦ τοὺς ἀφαιρησομένους καὶ ἅμα καὶ τὸν Ἰνδὸν ἐπὶ τὴν δίκην ἄξοντας. ἐπεὶ δὲ ἧκον, ἐπειρῶτο βίαν προσφέρειν. οὐκοῦν καὶ ὁ ἄνθρωπος ἔβαλλεν αὐτοὺς ἄνωθεν, καὶ τὸ θηρίον ὡς ἀδικούμενον συνημύνετο. καὶ τὰ μὲν πρῶτα ἦν τοιαῦτα· ἐπεὶ δὲ βληθεὶς ὁ Ἰνδὸς κατώλισθε, περιβαίνει μὲν τὸν τροφέα ὁ ἐλέφας κατὰ τοὺς ὑπερασπίζοντας ἐν τοῖς ὅπλοις, καὶ τῶν ἐπιόντων πολλοὺς ἀπέκτεινε, τοὺς δὲ ἄλλους ἐτρέψατο· περιβαλὼν δὲ τῷ τροφεῖ τὴν προβοσκίδα, αἴρει τε αὐτὸν καὶ ἐπὶ τὰ αὔλια κομίζει, καὶ παρέμεινεν ὡς φίλῳ φίλος πιστός, καὶ τὴν εὔνοιαν ἐπεδείκνυτο. ὦ ἄνθρωποι πονηροὶ καὶ περὶ τράπεζαν μὲν καὶ ταγήνου ψόφον ἀεί, ἐπ᾽ ἄριστά τε χορεύοντες, ἐν δὲ τοῖς κινδύνοις προδόται, καὶ μάτην καὶ ἐς οὐδὲν τὸ τῆς φιλίας ὄνομα χαίνοντες.

47 Δότε μοι τοὺς τραγῳδοὺς πρὸς τοῦ πατρῴου Διὸς καὶ πρό γε ἐκείνων τοὺς μυθοποιοὺς ἐρέσθαι τί βουλόμενοι τοσαύτην ἄγνοιαν τοῦ παιδὸς τοῦ Λαΐου καταχέουσι τοῦ συνελθόντος τῇ μητρὶ τὴν δυστυχῆ σύνοδον, καὶ τοῦ Τηλέφου τοῦ μὴ πειραθέντος μὲν τῆς ὁμιλίας, συγκατακλινέντος δὲ τῇ γειναμένῃ καὶ πράξαντος ἂν τὰ αὐτά, εἰ μὴ θείᾳ πομπῇ διεῖρξεν ὁ δράκων· εἴ γε ἡ φύσις τοῖς ἀλόγοις ζῴοις τὴν τοιαύτην μίξιν καὶ ἐκ τοῦ χρωτὸς δίδωσι κατανοῆσαι, καὶ οὐ δεῖται γνωρισμάτων οὐδὲ τοῦ ἐκθέντος ἐς τὸν Κιθαιρῶνα. οὐκ ἂν γοῦν ποτε τῇ τεκούσῃ ὁμιλήσειε κάμηλος. ὁ δέ τοι νομεὺς τῆς ἀγέλης κατακαλύψας τὸν θῆλυν ὡς οἷόν τε ἦν καὶ ἀποκρύψας πάντα πλὴν τῶν ἄρθρων, τὸν παῖδα ἐπάγει τῇ μητρί, καὶ ἐκεῖνος λάθριος ὑπὸ ὁρμῆς τῆς πρὸς μίξιν ἔφρασε τὸ ἔργον καὶ συνῆκε. καὶ τὸν μὲν