Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/138

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

εὐσεβείας γε τῆς ἐς τοὺς γειναμένους ἆθλον τοῦτο ἴσχειν, ἄλλως τε, εἴ τι ἐγὼ νοῶ, καὶ ὑποθέσθαι τῶν θεῶν βουλομένων τοῦτο γοῦν τῶν ἀνθρώπων τῶν ἐκεῖθι τὸ γένος εὐσεβὲς καὶ ὅσιον, ἐπεὶ οὐχ οἷόν τε ἦν ἐν τῇ ἄλλῃ τῇ ὑφ᾽ ἡλίῳ τοιοῦτον διαβιοῦν. καὶ οὔ μοι δοκεῖ μῦθος εἶναι. ἢ τί καὶ βουλόμενος ὁ Ἀλέξανδρος τοῦτο ἂν ἐτερατεύσατο κερδαίνων μηδὲ ἕν; ἄλλως τε οὐδ᾽ ἂν ἔπρεπεν ἀνδρὶ συνετῷ πρὸ τῆς ἀληθείας ποιήσασθαι τὸ ψεῦδος, οὐδὲ ἐπὶ κέρδει τῷ μεγίστῳ, μή τι γοῦν ἐς λαβὰς ἐμπεσουμένῳ τὰς ὑπὲρ τῶν τοιούτων ἀκερδεστάτας.

24 Ἡ χελιδὼν ὅτε εὐποροίη πηλοῦ, τοῖς ὄνυξι φέρει καὶ συμπλάττει τὴν καλιάν· εἰ δὲ ἀπορία εἴη, ὡς Ἀριστοτέλης λέγει, ἑαυτὴν βρέχει, καὶ ἐς κόνιν ἐμπεσοῦσα φύρει τὰ πτερά, καὶ τοῦ πηλοῦ περιπαγέντος, ἐντεῦθεν ὑπαποψήχουσα τῷ ῥάμφει τὴν προκειμένην οἰκοδομίαν χειρουργεῖ. ἁπαλά τε ὄντα τὰ νεόττια καὶ τῶν πτίλων γυμνὰ οἶδε καλῶς ἐπὶ ψιλῶν καρφῶν εἰ ἀναπαύοιτο ὅτι κολασθήσεται ἀλγοῦντα. οὐκοῦν ἐπὶ τὰ νῶτα τῶν προβάτων ἱζάνει, καὶ ἀποσπᾷ τοῦ μαλλοῦ, καὶ ἐντεῦθεν τοῖς ἑαυτῆς βρέφεσι τὸ λέχος μαλακὸν ἔστρωσεν.

25 Δικαίους ἡ μήτηρ ἡ χελιδὼν τοὺς ἑαυτῆς νεοττοὺς ἐργάζεται, τὸ ἰσότιμον αὐτοῖς διὰ τῆς τροφῆς τῆς ἴσης φυλάττουσα· μίαν δὲ ἄρα οὐ κομίζει πᾶσιν, ἐπεὶ μηδὲ δύναται· ἀλλὰ μικρὰ μὲν καὶ ὀλίγα ἐστὶν ὅσα ἄγει, τὸν πρῶτον δὲ τεχθέντα πρῶτον τρέφει, δεύτερον δὲ τὸν ἐπ᾽ ἐκείνῳ, καὶ τρίτον σιτίζει τὸν τῆς τρίτης ὠδῖνος, καὶ μέχρι τοῦ πέμπτου πρόεισι τὸν τρόπον τοῦτον· οὔτε γὰρ κύει χελιδὼν πλείονας οὔτε τίκτει. αὐτὴ δὲ τοσοῦτον κατασπᾷ τῆς τροφῆς, ὅσον ἂν ἐν τῇ καλιᾷ κερδῆναι δυνηθῇ παραρρεῦσαν