Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/135

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

οὐδὲ ἕν· ἔχειν δὲ οὔτε ὀφθαλμοὺς αὐτὸν οὔτε στόμα ἐν νόμῳ τῷ τῶν ἰχθύων. προσπέφυκε δέ οἱ βράγχια καὶ σχῆμα κεφαλῆς, ὡς εἰκάσαι, οὐ μὴν ἐκμεμόρφωται εἶδος· κάτω δὲ ἄρα ὑπὸ τῇ γαστρὶ αὐτῷ ἐντέθλασται τύπος κολπώδης ἡσυχῆ, καὶ ἐκπέμπει σμαράγδου χρόαν. τοῦτον οὖν εἶναι καὶ ὀφθαλμόν οἵ φησι καὶ στόμα. ὅστις δὲ αὐτοῦ γεύεται, σὺν τῷ κακῷ τῷ ἑαυτοῦ ἐθήρασεν αὐτόν. καὶ τῆς διαφθορᾶς ὁ τρόπος, ὁ γευσάμενος ᾤδησεν, εἶτα ἡ γαστὴρ κατέρραξε, καὶ ὁ ἄνθρωπος ἀπόλωλε. δίδωσι δὲ καὶ αὐτὸς ἁλοὺς δίκας. πρῶτον μὲν ἔξω τοῦ κύματος γενόμενος οἰδάνει, καὶ εἴ τις αὐτοῦ ψαύσειεν, ὃ δὲ ἔτι καὶ μᾶλλον πίμπραται. καὶ εἴ τις ἐπιμείνειε ψαλάττων, γίνεται πᾶς ὑπὸ σήψεως διαυγέστατος, ὡς ὑδεριῶν· εἶτα τελευτῶν διερράγη. εἰ δὲ αὐτὸν ἐθέλοι τις ἔτι ζῶντα ἐς τὴν θάλατταν μεθεῖναι, ὃ δὲ ἐπινήχεται δίκην κύστεως ἀρθείσης πνεύματι. καί φησιν ὅτι ἐκ τοῦ πάθους φύσαλον ἐκάλουν αὐτόν.

19 Φώκη δέ, ὡς ἀκούω, τὴν πυετίαν τὴν ἑαυτῆς ἐξεμεῖ, ἵνα μὴ τοῖς ἐπιλήπτοις ᾖ ἰᾶσθαι. βάσκανον δὴ τὸ ζῷον ἡ φώκη, ναὶ μὰ τόν.

20 Οἱ πελεκᾶνες οἱ ἐν τοῖς ποταμοῖς τὰς κόγχας περιχαίνοντες εἶτα καταπίνουσιν, ἔνδον δὲ καὶ ἐν τῷ μυχῷ τῆς γαστρὸς ὑποθάλψαντες ἀνεμοῦσι, καὶ τὰ μὲν ὀστράκια ἐκ τῆς ἀλέας διέστη, ὥσπερ οὖν τὰ τῶν ἑφθῶν, οἳ δὲ ἐξορύττουσι τὰ κρέα, καὶ ἔχουσι δεῖπνον. καὶ μέντοι καὶ οἱ λάροι, ὡς Εὔδημός φησι, τοὺς κοχλίας μετεωρίζοντες καὶ ὑψοῦ αἴροντες ταῖς πέτραις βιαιότατα προσαράττουσιν.

21 Λέγει Εὔδημος, ἐν Παγγαίῳ τῷ Θρᾳκίῳ κοίτῃ λέοντος ἐρήμῳ φυλακῆς ἐπιστᾶσαν ἄρκτον τοὺς σκύμνους τοῦ λέοντος διαφθεῖραι διὰ τὸ μικρούς τε εἶ-