Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/134

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐᾷ τὸν ἄνδρα κεχηνότα. εἶτα ἐν ἀδείᾳ ἡ μήτηρ γενομένη καὶ ἐν καλῷ στᾶσα τὰ βρέφη καλεῖ. οἳ δὲ αὐτῇ προσπέτονται γνωρίσαντες τὸ φώνημα. πέρδιξ δὲ ὠδῖνα ἀπολύειν μέλλων πειρᾶται λαθεῖν τὸν σύννομον, ἵνα μὴ τὰ ᾠὰ συντρίψῃ· λάγνος γὰρ ὢν οὐκ ἐᾷ τῇ παιδοτροφίᾳ σχολάζειν τὴν μητέρα. οὕτω δέ ἐστιν ἀκόλαστον τὸ τῶν περδίκων γένος. ὅταν αὐτοὺς ἀπολιποῦσαι εἶτα ἐπῳάζωσιν αἱ θήλειαι, οἳ δὲ ἐπίτηδες ἐς ὀργὴν ἀλλήλους ἐξάπτουσι, καὶ παίουσί τε καὶ παίονται πικρότατα· καὶ ὅ γε ἥττηθεὶς ὀχεύεται ὡς ὄρνις, καὶ δρᾷ τοῦτο ἀνέδην ὁ κρατήσας, ἔστ᾽ ἂν ὑφ᾽ ἑτέρου καὶ αὐτὸς ἡττηθεὶς εἶτα ἐς τὰς ὁμοίας λαβὰς ἐμπέσῃ.

17 Λέγει μὲν οὖν Εὐριπίδης δυσώνυμον τὸν φθόνον· οὗτος δὲ ἄρα ἐνοικεῖ καὶ τῶν ζῴων ἔστιν οἷς. ὁ γοῦν γαλεώτης, ὥς φησι Θεόφραστος, ὅταν ἀποδύσηται τὸ γῆρας, ἐπιστραφεὶς εἶτα μέντοι καταπιὼν ἀφανίζει αὐτό· δοκεῖ δὲ ἐπιλήψεως εἶναι τὸ γῆρας τὸ τοῦδε τοῦ ζῴου ἀντίπαλον. οἶδε δὲ καὶ ἔλαφος τὸ δεξιὸν κέρας ἔχων ἐς πολλὰ ἀγαθόν, καὶ μέντοι καὶ κατορύττει τε αὐτὸ καὶ ἀποκρύπτει φθόνῳ τοῦ τοσούτων τινα ἀπολαῦσαι. ἴυγγας δὲ ἐρωτικὰς τῷ πώλῳ συντίκτουσα ἵππος οἶδε· ταῦτά τοι καὶ ἅμα τῷ τεχθῆναι τὸ βρέφος ἣ δὲ τὸ ἐπὶ τῷ μετώπῳ σαρκίον ἀπέτραγεν. ἱππόμανες ἄνθρωποι καλοῦσιν αὐτό. καὶ οἱ γόητες τὰ τοιαῦτά φασιν ὁρμάς τινας ἑλκτικὰς ἐς μίξιν ἀκατάσχετον καὶ οἶστρον ἀφροδίσιον παρέχειν καὶ ἐξάπτειν. οὔκουν τὴν ἵππον ἐθέλειν ἀνθρώπους μεταλαγχάνειν τοῦ γοητεύματος τοῦδε, ὥσπερ οὖν ἀγαθοῦ μεγίστου φθονοῦσαν. οὐ γάρ;

18 Ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ ἰχθὺν Λεωνίδης ὁ Βυζάντιος γίνεσθαί φησι, κωβιοῦ τοῦ τελείου μείονα