Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta.djvu/128

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ καταπτήσσουσι, καὶ Μαυρουσίους οὐκ ἂν θαυμάσαιμι λεόντων ὄντας συντρόφους καὶ ὁμοτρόφους αὐτοῖς ὑπ᾽ αὐτῶν ἐκείνων ἀκούεσθαι. τοῖς γάρ τοι βρέφεσι τοῖς ἑαυτῶν μαρτυροῦσιν ὅτι τοὺς σκύμνους τῶν λεόντων τῆς ἴσης τε καὶ ὁμοίας διαίτης ἀξιοῦσι καὶ κοίτης μιᾶς καὶ στέγης· καὶ ἐκ τούτων καὶ φωνῆς τῆς προειρημένης ἀκούειν τοὺς θῆρας, οὐδὲν οὔτε ἄπιστον οὔτε παράδοξον.

2 Ἵππου δὲ τῆς Λιβύσσης πέρι Λιβύων λεγόντων ἀκούω τοιαῦτα. ὤκιστοι μέν εἰσιν ἵππων, καμάτου δὲ ἤ τι αἰσθάνονται ἢ οὐδὲ ἕν. λεπτοὶ δὲ καὶ οὐκ εὔσαρκοι, ἐπιτήδειοί γε μὴν καὶ φέρειν ὀλιγωρίαν δεσπότου εἰσίν. οὔτε γοῦν αὐτοῖς κομιδὴν προσφέρουσιν οἱ δεσπόται, οὐ καταψῶντες, οὐ καλινδήθραν ἐργασάμενοι, οὐχ ὁπλὰς ἐκκαθαίροντες, οὐ κόμας κτενίζοντες, οὐ χαίτας ὑποπλέκοντες, οὐ λούοντες καμόντας, ἀλλὰ ἅμα τε διήνυσαν τὸν προκείμενον δρόμον, καὶ ἀποβάντες νέμεσθαι ἱᾶσι. καὶ λεπτοὶ μὲν καὶ αὐχμώδεις οἱ Λίβυες, ἐπὶ τοιούτων δὲ καὶ ἵππων ὀχοῦνται. σοβαροὶ δὲ Μῆδοι καὶ ἁβροί, καὶ μέντοι καὶ οἱ ἐκείνων ἵπποι. φαίης ἂν αὐτοὺς τρυφᾶν σὺν τοῖς δεσπόταις καὶ τῷ μεγέθει τοῦ σώματος καὶ τῷ κάλλει, ἤδη δὲ καὶ τῇ χλιδῇ καὶ τῇ θεραπείᾳ τῇ ἔξωθεν. ταῦτά τοι καὶ περὶ τῶν κυνῶν ἔπεισι νοεῖν μοι. κύων Κρῆσσα κούφη καὶ ἁλτικὴ καὶ ὀρειβασίαις σύντροφος· καὶ μέντοι καὶ αὐτοὶ Κρῆτες τοιούτους αὑτοὺς παραδεικνύασι, καὶ ᾄδει ἡ φήμη. θυμικώτατος δὲ κυνῶν Μολοσσός, ἐπεὶ θυμωδέστατοι καὶ οἱ ἄνδρες. ἀνὴρ δὲ Καρμάνιος καὶ κύων ἀμφότεροι ἀγριωτάτω καὶ μειλιχθῆναι ἀτέγκτω, φασίν.

3 Ἴδια δὲ ἄρα φύσεως ζῴων καὶ ταῦτα ἦν. ὗν